191
εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Εἶτα μετ' ἐκείνους προσέταττε τοῖς ἑαυτοῦ μαθηταῖς εὐαγγελίζεσθαι πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματι αὐτοῦ. Οὕτως οὖν καὶ ἐπὶ τοῦ παρόντος ὁ τῶν ὅλων Θεὸς ἐνοικήσειν ἐν τῷ ἁγίῳ αὐτοῦ, ἐν αὐτῷ τε καὶ δι' αὐτοῦ λαλήσειν ἀνθρώποις θεσπίζεται· καὶ ὡς ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ τὸν Ἐφραῒμ καὶ τὸν Μανασσῆν καὶ τὸν Ἰούδαν εἰσδέξεται· οἳ πάλαι μὲν ἦσαν διεστῶτες, ὅτε ὁ μὲν Ἰούδας ἐβασίλευεν ἐν Ἱερουσαλὴμ, ὁ δὲ Ἐφραῒμ,ἐν Σικίμοις καὶ Σαμαρείᾳ, ὁ δὲ Μανασσῆς ᾤκει τὴν Γαλαάδ. Ὡς μηκέτι τοίνυν ἀφορισμοῦ, μήτε διαστάσεως οὔσης ἐν αὐτοῖς, πρώτους αὐτοὺς εἰσκαλεῖται· εἶτα Μωαβίτας καὶ Ἀμμανίτας, Ἰδουμαίους τε καὶ τοὺς λοιποὺς ἅπαντας ἀνθρώπους τοὺς καθ' ὅλης τῆς οἰκουμένης οἰκοῦντας. Γνώσεις δ' ἂν ἐκ τῆς ἱστορίας τῶν Εὐαγγελίων, ὅπως καθ' οὓς χρόνους ὁ ἅγιος τοῦ Θεοῦ καὶ τοῖς Σικίμοις ἐπεδήμει, καὶ αὐτῇ Σαμαρείᾳ, τῇ τε Ἱερουσαλὴμ, ἡνωμένου τότε τοῦ Ἰσραὴλ, καὶ μηδεμιᾶς οὔσης ἐν αὐτῷ διαστάσεως· οὕτω δὲ καὶ τοὺς ἑαυτοῦ ἀποστόλους πρὸς τὰ πρόβατα ἀπολωλότα οἴκου Ἰσραὴλ ἐν πρώτοις διεπέμπετο· μετὰ δὲ ταῦτα, τοῖς αὐτοῖς ὥσπερ ὑποδήμασι χρώμενος, τὸ πάντων ἀνθρώπων γένος τῆς σωτηρίου κατηξίου χάριτος. «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; Οὐχὶ σὺ ὁ Θεὸς ὁ ἀπ 23.572 ασάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν;» Ἐπιστήσας τῇ τῶν προλεχθέντων διανοίᾳ ὁ Προφήτης, ὑπερεκπλήττεται τὸ θαῦμα τῆς παραδόξου τῶν ἀλλοφύλων ἐθνῶν μεταβολῆς. Εἶτα τοῦ Θεοῦ εἰρηκότος, «Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸὑπόδημά μου,» τὸν λόγον ἀποθαυμάζει, εἰ μέλλοι ποτὲ Θεὸς αὐτὸς, ὑποδήματι χρησάμενος, ἐπιβαίνειν οὐ τῇ Ἱερουσαλὴμ, οὐδὲ τῇ Σαμαρείᾳ, οὐδὲ ἄλλῃ τινὶ τῇ τοῦ Ἰσραὴλ, ἀλλὰ τῶν ἀλλοφύλων Ἰδουμαίων. ∆ιὸ μακαρίζει μὲν τούτους, οἷς ἐπιδημήσειν ἤμελλεν ὁ Θεός· εὐχὴν δὲ τίθεται καταξιωθῆναί ποτε καὶ αὐτὸν τῆς τούτων θέας· διό φησι· «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;» Ηὔχετο γὰρ ὁδηγηθῆναι καὶ παρατεῖναι τοὺς τῆς ζωῆς αὐτοῦ χρόνους ἐπὶ τὸν καιρὸν ἐκεῖνον, καθ' ὃν ἤμελλεν ὁ Θεὸς ἐπὶ τὴν Ἰδουμαίαν ἐκτείνειν τὸ ὑπόδημα αὐτοῦ, ὡς ἂν ἴδοι τὸ μέγα θέαμα, Θεὸν ἐπιδημοῦντα ἀνθρώποις καὶ ἐμπεριπατοῦντα τῇ Ἰδουμαίᾳ, ἀλλοφύλους τε αὐτῷ ὑποτεταγμένους καὶ φιλιάζοντας· διό φησι· «Τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;» Πόλιν δὲ περιοχῆς καλεῖ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, περιπεφραγμένην στεῤῥῷ καὶ ὀχυρωτάτῳ τείχει, τῇ σωτηρίῳ δυνάμει, ἣν καὶ αὐτὴν ἰδεῖν ηὔχετο· διὸ ἔλεγε· «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;» Θέα δὲ ὅπως οὐκ ηὔξατο ὁδηγηθῆναι ἕως τῆς Ἱερουσαλὴμ, ἢ ἕως τῆς Γαλαὰδ, ἢ ἕως τῆς Συχὲμ, ἢ ἕως τοῦ Ἐφραῒμ, ἢ ἕως τοῦ Ἰούδα· ἀλλ'ὥσπερ ἐκπλαγεὶς τὸ παράδοξον τῆς ἐπαγγελίας, εἰ τοῦ μεμισημένου καὶ πόρνου Ἠσαῦ οἱ ἀπόγονοι τοιαύτης τότε τεύξονται χάριτος, ὡς ἐπιβῆναι αὐτοῖς τὸν Θεὸν, εὔχεται λέγων· «Τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;» Σφόδρα δὲ θαυμαστῶς ὁ Θεὸς ἐμπεριπατήσειν οὐ γυμνοῖς ποσὶ λέλεκται, ἀλλὰ δι' ὑποδημάτων· αἰνιττομένου τοῦ λόγου τὰς ὑπηρετικὰς τοῦ βουλήματος αὐτοῦ ψυχὰς, δι' ὧν τὴν τῶν ἐθνῶν κλῆσιν ποιησάμενος, πανταχοῦ γῆς τὴν ἑαυτοῦ συνεστήσατο πόλιν, λέγω δὲ τὴν καθολικὴν αὑτοῦ Ἐκκλησίαν, καὶ τὸ σύστημα τῆς τῶν θεοσεβῶν πολιτείας· περὶ ἧς εἴρηται ἀλλαχοῦ· «∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ·» καὶ, «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Καὶ ταύτην οὖν τὴν πόλιν τῆς περιοχῆς διψῶν θεάσασθαι ὁ Προφήτης ἔλεγε· «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;» ἢ, «εἰς πόλιν πεφραγμένην;» οὕτως γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος. Πύλαι γὰρ αὐτὴν καὶ θύραι καὶ μοχλοὶ θείων δυνάμεων περιφράττουσι, πρὸς τὸ μή τινα ὑπομεῖναι πολιορκίαν. ∆ιὸ περὶ αὐτῆς ἔλεγεν ὁ Σωτήρ· «Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Ταύτην οὖν