163
φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Αὐτοῖς ἔργοις, φησὶ, παρείληφα, καὶ ἔγνων ἀληθῶς, ὅτι οὐκ ἐπὶ ματαίῳ ἤλπισα· ἀλλὰ Θεὸν βοηθὸν ἐκτησάμην. Τούτου δὲ ἔλεγχος, ἐπεὶ ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου. Εἶτα ἐμοῦ μὲν ἐπήκοος ἐγίγνου, οἱ δὲ ἐχθροί μου ἐχώρουν εἰς τὰ ὀπίσω· διὸ ἐπὶ τῷ Θεῷ αἰνέσω ῥῆμα· ἢ, κατὰ τὸν Ἀκύλαν· Ἐν Θεῷκαυχήσομαι ῥῆμα· κατὰ δὲ τὸν Σύμμαχον· Τὸν Θεὸν ὑμνολογήσω· ἀλλὰ καὶ ἐπὶ τὸν Κύριον αἰνέσω λόγον· ἢ, κατὰ τὸν Ἀκύλαν, ἐν Κυρίῳ ὑμνήσω λόγον· ἢ, κατὰ τὸν Σύμμαχον, διὰ τοῦ Κυρίου ὑμνοποιήσομαι λόγον· καὶ πάλιν, ὡς ἀνωτέρω μοι εἴρηται· Ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ· καὶ νῦν φημι, Ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Σὰρξ γὰρ καὶ ἄνθρωπος ἓν καὶ ταυτόν ἐστιν, ἐπειδὴ λέλεκται· Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε· καὶ, Ὅταν γὰρ ᾖ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, 23.500 οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Ἐν ἐμοὶ, ὁ Θεὸς, αἱ εὐχαὶ, ἃς ἀποδώσω αἰνέσεώς σοι. Ὅτι ἐῤῥύσω τὴν ψυχήν μου ἐκ θανάτου, καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος, τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ Θεοῦ ἐν φωτὶ ζώντων. Ἀντὶ τοῦ, Ἐν ἐμοὶ, ὁ Θεὸς, αἱ εὐχαὶ, ἃς ἀποδώσω αἰνέσεώς σοι, σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Ἀναδέχομαι, Θεὲ, ἃ ηὐξάμην· ἀποδώσω αἰνέσεις σοι. Οὐ γὰρ ἐπιλέλησμαι, φησὶ, ὧν ηὐξάμην· ἀλλ' ἐν ἐμοί εἰσι, καὶ κατέχω τῇ μνήμῃ πάντα ὅσα ἐπηγγειλάμην εὐξάμενος· ἃ καὶ ὥσπερ τι χρέος ἀποδώσω, θυσίας ἀναφέρων τὰς δι' αἰνέσεως, καὶ κατὰ τὸ φάσκον λόγιον· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Κυρίῳ τὰς εὐχάς σου. Ἀποδώσω τοίνυν αἰνέσεώς σοι· ἐπειδὴ πολλὰ σύνοιδα ἐμαυτῷ ὀφείλοντι ὑπὲρ τῆς ἐμαυτοῦ σωτηρίας. Αὐτὴν γοῦν τὴν ψυχήν μου ἐῤῥύσω ἐκ θανάτου. Οἱ μὲν γὰρ ἐχθροί μου τὸ ὅσον ἐπ' αὐτοῖς ἤλαυνον αὐτὴν, καὶ ἐξεβιάζοντο εἰς θάνατον ἐκπεσεῖν. Ἐλαύνοντές με γὰρ, καὶ μέσον ἀλλοφύλων καὶ ἀλλογενῶν ἐθνῶν οἰκεῖν καταναγκάζοντες, τὸ ἐπ' αὐτοῖς τὴν ψυχήν μου ἐθανάτουν· ἥγουν ἤμελλον συνάπτεσθαι τῇ τῶν ἀλλοφύλων εἰδωλολατρείᾳ, μέσος αὐτῶν οἰκῶν, καθ' οὓς χρόνους παρὰ τῷ Ἀχοῦς καὶ ἐν τῇ Γὲθ παρὰ τοῖς ἀλλοφύλοις ἐποιούμην τὰς διατριβὰς, πάλαι ἂν τὴν ψυχήν μου τεθνήκειν, τῆς παρὰ σοὶ ζωῆς ἐκπεσών· ἀλλ' ἡ σὴ χάρις καὶ τὸ σὸν ἔλεος οὐ συνεχώρησε τοῦτο γενέσθαι· ἐπεὶ καὶ παρὰ τοῖς ἀλλοφύλοις με ὄντα περιέφραττες, ὡς μηδὲν καταβλάπτεσθαι ἐκ τῆς τούτων συνουσίας. ∆ιό φημι· Ἐῤῥύσω τὴν ψυχήν μου ἐκ θανάτου· ἀλλὰ καὶ τοὺς πόδας μου ἐῤῥύσω ἐξ ὀλισθήματος. Τίς γὰρ οὐκ ἂν διετράπη, ὥσπερ εἰς πηλὸν ἐμβὰς, καὶ ὀλισθηροῖς περιπεσὼν χωρίοις, μέσος τοσούτων ἀπολειφθεὶς ἀθέων καὶ εἰδωλολατρῶν ἀνδρῶν; Ἀλλ' ἦν ἄρα καὶ ἐν τούτῳ τὸ σὸν ἔλεος, καὶ ἡ σὴ χάρις ῥυομένη μου τοὺς πόδας ἐξ ὀλισθήματος· οὐ γὰρ ἐμαυτοῦ δυνάμει ἐπιγράφω ταῦτα· ἐπεὶ μηδ' οὕτως ἤμην στεῤῥὸς τὴν ψυχὴν ὡς ἀδιάτρεπος μένειν, ἐν τῷ μεταξὺ τοσούτων εἱλῆσθαι, εἰ μὴ σὺ ἦσθα βοηθός. ∆ιὸ ἐξομολογούμενος εὐχαριστῶ, ὅτι ἐῤῥύσω τοὺς πόδας μου ἐξ ὀλισθήματος. Καὶ ταῦτά μοι τὸ σὸν ἔλεος ἐδωρεῖτο, ὑπὲρ τοῦ εὐαρεστῆσαι ἐνώπιόν σου ἐν φωτὶ ζώντων· ἢ, κατὰ τὸν Σύμμαχον, ὡς τὸ ὁδεύειν ἔμπροσθεν τοῦ Θεοῦ διὰ φωτὸς τῆς ζωῆς. ∆ιατρίβων γοῦν καὶ παρὰ τοῖς ἀλλοφύλοις, τῆς ὀρθῆς καὶ βασιλικῆς ὁδοῦ οὐ παρέξεισιν· ἀλλὰ σοὶ εὐαρέστως ὥδευον ὑπὸ σοῦ ποδηγούμενος καὶ φωτιζόμενος, φωτός τε μεταλαγχάνων οὐ τοῦ κοινοῦ καὶ πᾶσιν ἐγκειμένου, λογικοῖς τε καὶ ἀλόγοις, θηρίοις τε καὶ ἑρπετοῖς, νεκροῖς τε καὶ ἀψύχοις, ἀλλὰ τοῦ μόνοις τοῖς παρὰ σοῦ ζῶσιν ἀφωρισμένου. Νοήσεις δὲ τὸ φῶς τῶν ζώντων, ἐν ᾧ καὶ ∆αυῒδ καὶ πάντες οἱ θεοφιλεῖς προφῆται καὶ δίκαιοι ἐφωτίσθησαν, ἐπιστήσας τῷ εὐαγγελιστῇ λέγοντι· Ὃ γέγονεν ἐν αὐτῷ, δηλαδὴ τῷ Λόγῳ τοῦ Θεοῦ τῷ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν ὄντι, ζωὴ ἦν, καὶ ἡ 23.501 ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· καὶ πάλιν· Ἦν τὸ φῶς τὸ ἀληθινὸν, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ἐν τῷ