301
προτέρα ἐτύγχανε συναγωγή· ἡ μὲν γὰρ ἐκ τοῦ κατὰ τὸ αὐτὸ συνάγεσθαι οὕτως ὠνομασμένη, ἡ δὲ τὸ ἐξαίρετον παριστῶσα τῆς ἐκλογῆς, ἡ Ἐκκλησία. Εἰ δέ τις ἔροιτο τὴν αἰτίαν δι' ἣν ἀπεβλήθη ἡ συναγωγὴ, ἣν ἐκτήσατο ἀπ' ἀρχῆς, αὐτὸς ὁ Χριστὸς τοῦ Θεοῦ δι' ἑτέρας προφητείας διδάξει λέγων· Περιεκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχε με. Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μοῦ. ∆ιεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Ταῦτ' ἦν τὰ αἴτια δι' ἃ ἡ προτέρα συναγωγὴ ἀποβέβλητο. Ἑξῆς δ' ἐπιλέγει· Ἐλυτρώσω ῥάβδον κληρονομίας σου· δυσωπητικῶς· Σὺ γὰρ, φησὶν, ταύτην ἐλυτρώσω τὴν συναγωγὴν καταξιώσας αὐτὴν σὴν χρηματίσαι μερίδα καὶ ῥάβδον κληρονομίας σου· ὅτε γὰρ διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Ταύτης οὖν τῆς σαυτοῦ κληρονομίας μνήσθητι. Ἀντὶ δὲ τοῦ, ῥάβδον κληρονομίας σου, σκῆπτρον κληρονομίας, ὁ Ἀκύλας ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, σκῆπτρον κληρουχίας σου· διδάσκοντος τοῦ λόγου πάντας μὲν ἀνθρώπους εἶναι τοῦ Θεοῦ, τὸν δὲ ἀφωρισμένον αὐτοῦ λαὸν ὥσπερ βασιλικὸν αὐτοῦ σκῆπτρον γεγονέναι. Ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ. Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας εἰς τέλος· ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ! Τίς ἦν ἡ ῥάβδος, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς τί ποτ' ἦν τὸ προλεχθὲν σκῆπτρον, διασαφεῖ λέγων· Ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ. Βασιλικὸν γὰρ ἦν ὄρος καὶ σκῆπτρον βασιλείας, ἐν ᾧ κατεσκεύαστο ὁ νεὼς καὶ ὁ οἶκος τῆς κατασκηνώσεως τοῦ Θεοῦ. ∆ιὸ μητρόπολις πιστὴ Σιὼν ἐχρημάτιζε, καὶ πόλις Θεοῦ Ἱερουσαλὴμ, εἰκόνα φέρουσα τῆς ἐπουρανίου, περὶ ἧς ὁ θεῖος Ἀπόστολος διδάσκων ἔλεγε· Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ. Τοῦτο δ' εἰπὼν, ἑξῆς θεσπίζει τὰ συμβησόμενα τῷ τόπῳ, τὰ μέλλοντα ἔσεσθαι ὡς παρῳχηκότα συνήθως προφωνῶν. Λέγει δ' οὖν· Καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου· ἢ κατὰ τὸν Ἀκύλαν, Ἐβρυχήσαντο οἱ πολέμιοί σου ἐν μέσῳ τῆς συνταγῆς σου. Ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα, καὶ οὐκ ἔγνωσαν, ὡς εἰς τὴν ἔξοδον ὑπεράνω· ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Ἔθηκαν τὰ σημεῖα αὐτῶν ἐπισήμως γνώριμα κατὰ τὴν εἴσοδον ἐπάνω. Ἀλλὰ καὶ ἀντὶ τοῦ, Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, ἐν πέλυκι καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτὴν, πάλιν ὁ Σύμμαχος, Ἐν ἀρμένοις ξυλίνοις ἀξίναις τῶνδε καὶ τὰς πύλας αὐτῆς ὁμοῦ ἐν μοχλοῖς καὶ δικράνοις κατέῤῥιψαν. Σημεῖα δὲ τῶν πολεμίων τίνα ἦν, ἅπερ ἐπισήμως πρὸ τῶν εἰσόδων ἔθηκαν, ἢ τὰ πολεμικὰ ὄργανα, καὶ πελέκεις καὶ ἀξίναι καὶ τοιαῦτα δόρατά τε καὶ ὅπλα; Εἰκὸς δὲ καὶ τὰς σημαίας τὰς πρὸ τῶν στρατοπέδων φερομένας διὰ τούτων δηλοῦσθαι. Ἀλλὰ καὶ Ἐνε 23.857 πύρισαν, φησὶ, ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, καὶ εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. Ἐν ᾧ διερμηνεύει τὴν διάνοιαν τοῦ ἀνωτέρω λελεγμένου. Ἐπειδὴ γὰρ ἐν τοῖς ἔμπροσθεν εἴρητο· Ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ· ὅπως κατεσκήνωσεν ἐν αὐτῷ διασαφεῖ νῦν φήσας· Τὸ σκήνωμα τοῦ ὀνόματός σου· Σκήνωμα γὰρ ἦν ὁ τόπος οὐκ αὐτοῦ τοῦ Θεοῦ, ἀλλὰ τοῦ ὀνόματος αὐτοῦ· ∆υσωπεῖ δὲ ἐφ' ἑκάστῳ, προστιθείς· Ἐν μέσῳ γὰρ, φησὶ, τῆς ἑορτῆς σου τὸ ἁγιαστήριόν σου καὶ τὸ σκήνωμα τοῦ ὀνόματός σου. Τὰ γὰρ τοιαῦτα δυσωπητικὰ ἦν καὶ ἐγερτικὰ ἐπὶ ἐκδίκησιν τῶν τετολμημένων, ἐφ' ἣν παρορμᾷ ἑξῆς λέγων· Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος· κατὰ δὲ τὸν Σύμμαχον· Τὸ ὕψωμα, φησὶ, τῶν ποδῶν σου ἠφανίσθη εἰς νῖκος. Ὕψωμα δὲ τῶν ποδῶν αὐτοῦ ὁ νεὼς ἦν ὁ εὐκτήριος. Ἐνεκαυχήσαντο οἱ μισοῦντες τὴν Θεὸν ἐν μέσῳ τῆς ἑορτῆς αὐτοῦ εἰκότως. Ἐπειδὴ γὰρ αὐτοὶ πρότεροι τὸν τόπον οἰκοῦντες ἀθέους ἤραντο χεῖρας κατὰ τοῦ Χριστοῦ τοῦ Θεοῦ