153
τὸν Σύμμαχον, ὁμότροπος ἦν. Ποία γὰρ ὁμοιοτροπία γένοιτ' ἂν ἐν τοῖς ἑκατέρων βίοις πάμπολυ διαλλάττουσιν; Ἀλλ' οὐδὲ ἰσόψυχος πώποτε γέγονε τῷ ∆αυῒδ ὁ Σαοὺλ, οὐδὲ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἱστοροῦνται πώποτε πεπορευμένοι ἐν ὁμονοίᾳ. Προφανῶς δ' ἐχθρὸς ὁ Σαοὺλ τοῦ ∆αυῒδ πάντοτε φαίνεται γεγονώς· ἔφευγε δ' οὖν αὐτὸν εἰκότως, καὶ ἐκρύπτετο, ὡς φανερὸν ἐχθρὸν φυλαττόμενος. Ἀλλ' οὐδὲ τὰ περὶ τῆς εἰρημένης πόλεως ἐφαρμόσαι ἄν τις τῇ κατὰ τὸν ∆αυῒδ ἱστορίᾳ. Ἐν ποίᾳ γὰρ εἶδε πόλει ἥν φησιν ἀνομίαν καὶ ἀντιλογίαν, οὐ μόνον ἡμέρας, ἀλλὰ καὶ νυκτὸς, κόπον τε καὶ πόνον, ἀδικίαν τε καὶ τόκον ἐκ τῶν πλατειῶν αὐτῆς μὴ ἐκλείποντα; Ἡ μὲν γὰρ πόλις τοῦ Σαοὺλ ἐλέγετο εἶναι ἡ Ῥαμὰ, τὸ δ' οἰκητήριον αὐτοῦ ἡ Γαβεὲ, οὔπω τῆς Ἱερουσαλὴμ ὑπὸ τῷ Ἰσραὴλ γενομένης, ἀλλ' ἔτι ἀλλοφύλων οὔσης. Τὸ δ' ἐπαρᾶσθαι δοκεῖν τὸν ∆αυῒδ, καὶ λέγειν· Ἐλθέτω θάνατος ἐπ' αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες, ποίαν ἔχοι συμφωνίαν πρὸς τὸ σεμνολόγημα τῆς ὑμνουμένης αὐτοῦ ἀρετῆς, ἐφ' ἧς λέγων ἀναγέγραπται· Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπεσείην ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός; τὸ γὰρ τοιαύτας ἀρὰς κατεύχεσθαι τῶν ἐχθρῶν, οὐκ ἂν εἴη τοῦ ἀνεξικάκου ∆αυῒδ, ὃς πάντοτε τιμῶν καὶ σέβας ἔχων τοῦ Σαοὺλ, ὡς μηδὲ τολμᾷν ἐπιβάλλειν αὐτῷ χεῖρας, ὅτε καί ποτε ὑποχείριον αὐ 23.473 τὸν εἴληφεν, ἐξ αὐτῆς δείκνυται τῆς ἱστορίας. Καὶ προϊὼν δὲ ἐπιλέγει· Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες. Τίνα οὖν ἄν τις ἔχοι δεῖξαι τὸν ταῦτα τῷ ∆αυῒδ πεποιηκότα; Ἐξ ὧν ἁπάντων ἡγοῦμαι μὴ χώραν ἔχειν ἀναφέρεσθαι τὰ προκείμενα ἐπὶ τὸ τοῦ ∆αυῒδ πρόσωπον· προφητικῇ δὲ οἶμαι δυνάμει λελέχθαι αὐτὰ, καὶ ἐπὶ μόνον τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν συνίστασθαι πεπληρωμένα, ὅτε, κατὰ τὸ αὐτὸ συναχθέντες οἱ τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες ἐπὶ τῆς Ἱερουσαλὴμ, συνέδριον ἐποιήσαντο καὶ σκέψιν, ὅπως αὐτὸν ἀπολέσωσιν· ἐν ᾧ οἱ μὲν θάνατον αὐτοῦ κατεψηφίσαντο· ἕτεροι δὲ ἀντέλεγον, ὡς ὁ Νικόδημος λέγων· Μὴ ὁ νόμος ἡμῶν κατακρίνει τὸν ἄνθρωπον, εἰ μή τι ἀκούσῃ παρ' αὐτοῦ; Ταῦτ' οὖν προφητικῶς τὸ Πνεῦμα τὸ ἅγιον ἀποθεσπίζει διὰ τῶν προκειμένων λέγον· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει ἡμέρας καὶ νυκτός. Σαφῶς δὲ καὶ ἡ τοῦ Εὐαγγελίου γραφὴ μαρτυρεῖ τῇ προφητείᾳ, ἐπὶ τὸν προδότην Ἰούδαν ἐκλαβοῦσα τὸ, Εἰ ὁ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν· καὶ εἰ ὁ μισῶν με, ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἂν ἀπ' αὐτοῦ. Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, καὶ τὰ ἑξῆς. Ἐπεὶ τοίνυν καὶ ἡ σύμφρασις τῶν λόγων οὐκ ἄλλως πεπληρῶσθαι ἀποδείκνυται ἢ διὰ τῶν εἰς τὸν Σωτῆρα πεπραγμένων, ἥ τε μαρτυρία τῆς εὐαγγελικῆς παραθέσεως ἐπὶ τὸν προδότην ἀναφέρει τὸ προλεχθὲν μέρος τοῦ ἀναγνώσματος· ἀκόλουθον ἂν εἴη καὶ ἡμᾶς ἐπὶ τὸν καιρὸν τοῦ Σωτηρίου πάθους τὴν παροῦσαν ἐκλαβεῖν προφητείαν, δεῖξαί τε ἕκαστα τῶν ἐν ταύτῃ φερομένων ἐν καιρῷ τῆς κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλῆς τέλους τετυχηκότα. Τὰ μὲν οὖν τῆς προγραφῆς καὶ νῦν ἡμᾶς ἐπὶ σύνεσιν διεγείρει τῶν ἐμφερομένων, καὶ εἰς τὸ τέλος δὲ παραπέμπει, διὰ τὸ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος δι' ἔργων αὐτὰ πεπληρῶσθαι. Εἴρηται δὲ καὶ ἐν ὕμνοις· ἢ, κατὰ τὸν Ἀκύλαν, ἐν ψαλμοῖς· ἢ, κατὰ τὸν Σύμμαχον, διὰ ψαλτηρίων· ἐπειδὴ τὸ τέλος τοῦ πάθους τοῦ Σωτηρίου ὕμνων καὶ ψαλτηρίων, καὶ ᾠδῶν μετεῖχε τῆς τε ἀναστάσεως αὐτοῦ ἕνεκα καὶ τῆς σωτηρίας τῶν δι' αὐτῆς λελυτρωμένων. Καὶ τοιαῦτα μὲν τὰ τῆς προγραφῆς. Τὰ δὲ τῆς προφητείας παρακαλεῖ τὸν Θεὸν ἐνωτίσασθαι τοῦ λέγοντος, καὶ τοῦτ' αὐτῷ πρῶτον παρασχεῖν· εἶτα δεύτερον, γνῶναι τὴν διὰ τῆς προσευχῆς ἀναπεμπομένην δέησιν καὶ ἱκετηρίαν, μὴ ὑπεριδεῖν τε αὐτήν· καὶ τρίτον, τὴν κατάστασιν θεάσασθαι τοῦ τὴν προσευχὴν ἀναπέμποντος, καὶ οὕτως αὐτὸν καταξιῶσαι τῆς ἑαυτοῦ ἀκοῆς· διὸ ἐπιλέγει· Πρόσχες μοι καὶ εἰσάκουσόν μου. Ὥσπερ γὰρ δυσωπεῖ τὸν Θεὸν ἑαυτὸν δεικνὺς ὁ τὴν προσευχὴν ἀναπέμπων, καὶ λέγων τῷ Θεῷ· Πρόσχες μοι·