249
ἐπιβεβηκότι ἐν οὐρανῷ οὐρανοῦ ἀρχῆθεν·» Κατὰ δὲ τὸν Σύμμαχον, «Τῷ ἐποχουμένῳ ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ ἐκ πρώτης,» εἴρηται. Τὸ δὲ, «ἐκ πρώτης» καὶ, «ἀρχῆθεν,» νοήσεις αὐτοῦ λέγοντος ἀκούων τοῦ Σωτῆρος· «Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» «Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως, δότε δόξαν τῷ Θεῷ ἐπὶ τὸν Ἰσραήλ.» Γνώρισμα τοῦ δηλωθέντος Κυρίου παραδίδωσι λέγων· «Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.» Ἐντεῦθεν οὖν ἀληθῶς ἐστι χαρακτηρίσαι τὴν ἀρετὴν «τοῦ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν» Θεοῦ Λόγου, ἐκ τοῦ τὴν φωνὴν αὐτοῦ μὴ ὁμοίαν εἶναι ἀνθρώποις, δυνάμεως δὲ πεπληρῶσθαι θείας. «∆ώσει» γὰρ, φησὶ, «τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.» Καὶ ἀνωτέρω δὲ ἐλέγετο· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Ἐπειδὴ γὰρ ἡ φωνὴ αὐτοῦ πεπλήρωτο δυνάμεως, εἰκότως καὶ τοῖς εὐαγγελιζομένοις τὸ περὶ αὐτοῦ κήρυγμα ἐδίδου ῥῆμα σὺν δυνάμει πολλῇ. Παρίστησι δὲ τὸ ἔργον τὴν δύναμιν. Ψιλῇ γὰρ φωνῇ τοῖς αὑτοῦ μαθηταῖς εἰπών· «∆εῦτε ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων,» δυνάμει τὸ ἔργον ἐποίει· καὶ πάλιν ἐντειλάμενος αὐτοῖς καὶ εἰπών· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου,» ἔργῳ τὴν δύναμιν ἐδείκνυ· καὶ αὖθις εἰπών· «∆εῖ κηρυχθῆναι τὸ Εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι,» τοῦ λόγου τὴν δύναμιν αὐτοῖς ἔργοις παρεῖχεν ὁρᾷν· καὶ ἄλλοτε φήσας· «Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς,» αὐτῷ πράγματι τὴν δύναμιν παρεστήσατο. Τὸν αὐτὸν οὖν τρόπον καὶ τοῖς λοιποῖς ἅπασι τοῖς τῆς διδασκαλίας αὐτοῦ ῥήμασι συγκεκραμένην εὕροις ἂν τὴν θεϊκὴν δύναμιν. Οὗ χάριν εἴρηται· «Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.» Ἀλλὰ γὰρ ταῦτα παιδεύσας, ἑξῆς παρακελεύεται φάσκων· «∆ότε δόξαν τῷ Θεῷ ἐπὶ τὸν Ἰσραήλ· ἡ μεγαλοπρέπεια αὐτοῦ καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις.» Τὸ μὲν οὖν, «∆ότε δόξαν τῷ Θεῷ,» πᾶσιν εἴρηται τοῖς κεκλημένοις ὑπὸ τὴν σωτήριον πίστιν· Τὸ δὲ, «ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ,» σημαίνει τοὺς ἐξ Ἰσραὴλ γενομένους τῆς θεότητος αὐτοῦ κήρυκας, ἀποστόλους δηλαδὴ καὶ εὐαγγελιστὰς, 23.721 παρ' οἷς ἡ μεγαλοπρέπεια αὐτοῦ ἐγνωρίζετο· οὕτω τῆς θεότητος αὐτοῦ καλουμένης. ∆ιὸ λέλεκται ἐν ἑτέροις· «Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.» Ὅτι δὲ οὐ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραὴλ, οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ πάντες τέκνα· καὶ ὡς οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ Θεοῦ· οὐδὲ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, διδάσκει σαφῶς ὁ Ἀπόστολος. Ἐπὶ τὸν Ἰσραὴλ τοίνυν ἡ μεγαλοπρέπεια αὐτοῦ· ἀλλὰ καὶ «ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις·» περὶ ὧν Ἡσαΐας θεσπίζει λέγων· «Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι μὴ βρέξαι ἐπὶ τὸν ἀμπελῶνα ὑετόν.» Ἐδήλου δὲ ἄρα τοὺς προφήτας καὶ τοὺς τῶν θείων μαθημάτων διδασκάλους, οἳ τῇ τοῦ Πνεύματος χορηγίᾳ τὸν οὐράνιον ὑετὸν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ὥσπερ ἐν χώραις ἀγαθαῖς ἐπήρδευον. Οὕτως οὖν καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις. «Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ,» ἑτέροις οὖσι παρὰ τοὺς προωνομασμένους προφήτας καὶ ἀποστόλους. Τίνες δ' ἂν εἶεν οὗτοι ἀλλ' οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν ἁγνείας καὶ ἁγιωσύνης ἠξιωμένοι; ἐν οἷς καὶ θαυμαστός ἐστιν ὁ Θεὸς, διδοὺς αὐτοῖς δύναμιν καὶ κραταίωσιν. ∆ιὸ συνῆπται ἑξῆς· «Ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός.» Πάλιν δὲ κἀνταῦθα δύναμιν ἀναγκαίως διδόναι λέλεκται τῷ ἁγίῳ λαῷ αὐτοῦ, ἵνα δύνηται λέγειν· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με.» Ἔδει γὰρ, ὥσπερ τοῖς εὐαγγελιζομένοις δέδοτο ῥῆμα σὺν δυνάμει πολλῇ, οὕτω καὶ τῷ λαῷ αὐτοῦ κραταίωσιν καὶ δύναμιν παρέχειν, πρὸς τὸ δύνασθαι ἵστασθαι πρὸς τὰς