322
διαμαρτυρίαν, δι' ἧς κατηγορεῖ μὲν τῶν πατέρων, διεστείλατο δὲ καὶ διεμαρτύρατο τοῖς τέκνοις μὴ ἐξομοιοῦσθαι τοῖς πατράσι, μηδὲ τῇ προτέρᾳ γενεᾷ, ἥτις οὐ κατηύθυνε τὴν καρδίαν αὐτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς. Οὐ γὰρ φύσεως φαύλης ἦν, οὐδὲ κατασκευῆς πονηρᾶς, ἐκ προαιρέσεως δὲ ἀνανεύουσα πρὸς τὴν τοῦ Θεοῦ ὑπακοὴν παρεπίκρανε, καὶ ἐκ διαστροφῆς σκολιὰ γέγονε· διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Γενεὰ ἀπροαίρετος τῇ καρδίᾳ, καὶ ἀβέβαιος πρὸς τὸν Θεὸν τῷ πνεύματι τῷ ἑαυτῆς. Υἱοὶ Ἐφραῒμ, ἐντείνοντες καὶ βάλλοντες τόξοις, ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου. Ὁ μὲν ἀγαθὸς καὶ φιλάνθρωπος Κύριος τοῖς πρώτοις προπάτορσι τοῦ Ἰουδαίων ἔθνους ἔργα παντὸς λόγου κρείττονα ἐνεδείκνυτο τὰ διὰ Μωσέως· οἱ δὲ ἐγίνοντο σκληραύχενες καὶ ὡς ἀληθῶς λαὸς μωρὸς καὶ οὐχὶ σοφὸς, καὶ γενεὰ σκολιὰ καὶ διεστραμμένη. Ἀλλὰ τῶν πρώτων τοιούτων ἀπελεγχθέντων, νόμον τοῖς μετὰ ταῦτα παρεδίδου, διαστειλάμενος καὶ διαμαρτυράμενος ἐν αὐτῷ τά τε πρακτέα καὶ τὰ μή· παραινῶν τε μὴ μιμεῖσθαι τοὺς πατέρας, μηδὲ τὴν γενεὰν τὴν σκολιὰν, μηδὲ τὴν παραπικραίνουσαν, ἥτις οὐ κατηύθυνε τὴν καρδίαν αὐτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς. Οἱ δὲ, χείρους τῶν πατέρων γενόμενοι, οὐδὲν μὲν ἀπὸ τῆς παραδοθείσης τοῦ νόμου γραφῆς ὠφελοῦντο εἰς βάθος κακίας ἐλαύνοντες. Καὶ πρῶτοί γε τούτων ἦσαν οἱ υἱοὶ Ἐφραῒμ, τιμηθέντες μὲν ἐξαιρετῷ τιμῇ διὰ τοῦ τὴν αὐτῶν φυλὴν καὶ τὸν αὐτῶν κλῆρον προκριθῆναι τοῦ παντὸς ἔθνους, καὶ τὴν κιβωτὸν τοῦ Θεοῦ καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου τὴν ὑπὸ Μωσέως ἐν τῇ ἐρήμῳ κατασκευασθεῖσαν ὑποδέξασθαι πρώτους· ὁ γοῦν τόπος ὁ ἐν Σηλῶ, ἔνθα ἡ σκηνὴ καὶ τὸ ἁγίασμα, πρὸ τῆς Ἱερουσαλὴμ, τῆς φυλῆς Ἐφραῒμ ἐτύγχανεν· ἀλλὰ πρῶτοι ταύτης τυχόντες τῆς τιμῆς, εἰδωλολάτραι γεγόνασι. Καὶ ἔστι γε τὴν ἱστορίαν τῶν πεπραγμένων αὐτοῖς ἀπὸ τῆς βίβλου τῶν Κριτῶν ἀναλέξασθαι. Ἐλέγχει δὲ καὶ ὁ παρὼν ψαλμὸς προϊὼν ἑξῆς καὶ λέγων περὶ αὐτῶν· Ἀπώσατο τὸ σκήνωμα Ἰωσὴφ, καὶ τὴν φυλὴν Ἐφραῒμ οὐκ ἐξελέξατο· καὶ πάλιν· Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλὼμ, σκήνωμα οὗ κατεσκήνωσεν ἐν ἀνθρώποις· καὶ τὴν αἰτίαν παρίστησιν εἰπών· Μετεστράφησαν εἰς τόξον στρεβλόν. Καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐτῶν, καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν. Εἰκότως οὖν καὶ διὰ τῶν προκειμένων εἴρηται· Υἱοὶ Ἐφραῒμ, ἐντείνοντες καὶ βάλλοντες τόξον, ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου. Πῶς δὲ ἐστράφησαν σαφέστερον παρίστησιν εἰπών· Καὶ ἐγένοντο εἰς τόξον στρεβλόν. ∆έον γὰρ βάλ 23.912 λειν καὶ πολεμεῖν τοὺς τῷ Θεῷ πολεμίους, οἱ δὲ εἰδωλολατροῦντες πόλεμον ἤραντο κατὰ τοῦ Θεοῦ. ∆ιὸ ἐπιλέγει· Οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἠβουλήθησαν πορεύεσθαι. Καὶ τοὺς λοιποὺς δὲ τοῦ παντὸς ἔθνους δηλοῖ μεταφορικῶς διὰ τῶν υἱῶν Ἐφραῒμ, καὶ τοὺς ὁμοίους τοῖς τρόποις, εἰ καὶ μὴ τῆς αὐτῆς ἐτύγχανον ὄντες φυλῆς, σημαίνων. Ἐπεὶ καὶ οἱ ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀποσχίσαντες τῆς Ἱερουσαλὴμ καὶ ἐν τῇ Σαμαρείᾳ εἰδωλολατρήσαντες υἱοὶ ἦσαν Ἐφραΐμ. Εἰκότως οὖν τοὺς παραβάτας τοῦ παντὸς ἔθνους υἱοὺς Ἀβραὰμ ὀνομάσας, ἀθρόως διαβάλλει τοὺς πάντας λέγων· Καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ καὶ τῶν θαυμασίων αὐτοῦ, ὧν ἔδειξεν αὐτοῖς. Ἐναντίον τῶν πατέρων αὐτῶν, ἃ ἐποίησε θαυμάσια ἐν γῇ Αἰγύπτου ἐν πεδίῳ Τάνεως. Πάντων γὰρ τούτων λήθην πεποιημένοι τῶν πρὸς τοὺς πατέρας αὐτῶν ἐπιδεδειγμένων, ὅπλα ἤραντο κατὰ τοῦ Θεοῦ, οὐ βουληθέντες ἐν τῷ νόμῳ αὐτοῦ πορεύεσθαι, καίτοι ἐπ' αὐτοὺς κειμένου τοῦ δύνασθαι καὶ τοῦ βούλεσθαι. Οἱ δὲ τὴν δύναμιν ἔχοντες, οὐκ ἠβουλήθησαν ὀρθῇ χρήσασθαι προαιρέσει· νῶτα δὲ δόντες τῷ Θεῷ, λήθην ἐποιήσαντο τῶν πάλαι θαυμασίων αὐτοῦ. Ποίων δὲ θαυμασίων ἢ τῶν ἐν αὐτῇ γενομένων τῇ Αἰγύπτῳ, καὶ οὐκ ἐν πάσῃ Αἰγύπτῳ, ἀλλ' ἐν τῷ τῆς Τάνεως πεδίῳ; Ὅπερ Μωσῆς μὲν οὐκ