41
Ἀπόστολον, περὶ οὗ διδάσκει αὐτὸς λέγων· Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός· εἶτα μετ' αὐτὸν θεμέλιοι τῆς Ἐκκλησίας προφητικοὶ καὶ ἀποστολικοὶ λόγοι κατὰ τὸν Ἀπόστολον φήσαντα· Ἐποικοδομηθέντες ἐπὶ 23.176 τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ· οὐκ ἂν ἐκτὸς βάλοις τῆς ἀληθείας. Ταῦτ' οὖν τὰ θεμέλια τῆς οἰκουμένης ἀνεκαλύφθησαν· τῶν ἐχθρῶν τοῦ Θεοῦ τῶν πάλαι ἐπισκοτούντων τὰ τῆς ψυχῆς ἡμῶν ὄμματα πρὸς τὸ μὴ τὰ θεῖα βλέπειν ἐκ ποδῶν μεταστάντων, καὶ τοῖς ἀποδοθεῖσι τοῦ Κυρίου βέλεσι διασκορπισθέντων, πεφευγότων τε ἀπὸ ἐπιτιμήσεως Κυρίου, καὶ ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς αὐτοῦ. Εἰκότως οὖν ἐλευθερωθέντες τούτων ἡμεῖς καὶ ἀναβλέψαντες, τὰς πηγὰς τῶν ὑδάτων ἐθεασάμεθα, καὶ τὰ θεμέλια τῆς οἰκουμένης ἐπωπτεύσαμεν. Καὶ τοῦτο ἐφ' ἡμῶν ἐν πολλοῖς γεγένηται κλίμασιν. Ἐξαπέστειλεν ἐξ ὕψους, καὶ ἔλαβέ με, προσελάβετό με ἐξ ὑδάτων πολλῶν. Καταποθέντα γὰρ αὐτὸν καὶ ληφθέντα ὥσπερ αἰχμάλωτον ὁ τῶν ὅλων Θεὸς καὶ Πατὴρ, ἐξαποστείλας τὸν ἑαυτοῦ Υἱὸν, ἔλαβε. Πόθεν δὲ αὐτὸν ἔλαβεν, ἑξῆς διδάσκει λέγων, ἐξ ὑδάτων πολλῶν. Φησὶ γοῦν καὶ ἐν ἑξηκοστῷ ὀγδόῳ ψαλμῷ· Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου· ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. Τούτοις τοιγαροῦν ἀκολούθως καὶ ἐν τοῖς προκειμένοις εὐχαριστῶν, φησί· Προσελάβετό με ἐξ ὑδάτων πολλῶν. Τίνα δὲ τὰ ὕδατα, ἐπιφέρει σαφέστερον εἰπών· Ἐξ ἐχθρῶν μου δυνατῶν καὶ ἐκ τῶν μισούντων με, ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ. Προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου. Καὶ ταῦτα δὲ τὸ Πνεῦμα τὸ ἅγιον εὐαγγελίζεται αὐτὸν ἀναλαβεῖν ἐκ τῶν πολλῶν ὑδάτων, ἐλευθερίαν δὲ τὴν ἀπὸ τῶν ἐχθρῶν τῶν πάλαι κατακεκρατηκότων αὐτοῦ γενέσθαι. Καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου. Καὶ ἐξήγαγέ με εἰς πλατυσμὸν, ῥύσεταί με, ὅτι ἠθέλησέ με. Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου. Ἤδη μὲν, φησὶ, τῆς ἐξομολογήσεώς μου καὶ τῶν προσευχῶν καὶ τῶν ἱκετηρίων ἐπακούσας ὁ Κύριος, γέγονέ μοι ἀντιστήριγμα. Μέλλοντα γάρ με περιτρέπεσθαι, καὶ μέγα πτῶμα ὑπομένειν, εἰ μετὰ τὴν ἁμαρτίαν εἰς παντελῆ ἐξέπιπτον ἀποστασίαν, αὐτὸς παραστὰς ἔρεισμά μοι καὶ ἀντιστήριγμα γέγονεν, ὁπηνίκα, τὸν αὑτοῦ προφήτην Ναθὰν πέμψας, ἔλεγχόν μοι ἐπήγαγε τῆς ἁμαρτίας, καὶ ἀνώρθωσεν. Ἀλλὰ καὶ ἐξήγαγέν με εἰς πλατυσμὸν, καὶ εἰς εὐρυχωρίαν, κατὰ τὸν Σύμμαχον. Στενοχωρηθέντα γάρ με, καὶ μικροῦ δεῖν ἀπογνόντα ἑαυτοῦ τὴν σωτηρίαν, ἐῤῥύσατο καὶ εἰς πλατυσμὸν ἐξήγαγεν, ὡς κατὰ πλάτος δυνηθῆναι ἐμαυτὸν ἀναλαβεῖν, καὶ τῆς ἐμαυτοῦ θεραπείας ἐπιμέλειαν ποιήσασθαι. Πλὴν ἀλλὰ καὶ παντελῶς ῥύσεταί με, φησὶν, διδοὺς ἄφεσιν τῆς ἁμαρτίας κατὰ τὸν προφητευόμενον καιρὸν τῆς αὑτοῦ παρουσίας. Καὶ τοῦτο ποιήσει εὐεργετῶν με ὁ Κύριος, ὅτι ἠθέλησέ με· ἢ κατὰ τὸν Ἀκύλαν, ὅτι ἐβουλήθη ἐν ἐμοί· οὐ γὰρ ἂν ἐπεστράφην, οὐδ' ἂν τὸν ἔλεγχόν μοι προσήγαγεν, οὐδ' ἂν τὸν προφήτην ἑαυτοῦ πρὸς ἐμὲ ἀπεστάλκει, εἰ μὴ σῶσαί με ἤθελεν. Εὖ δὲ οἶδα καὶ ἀκριβῶς πέπεισμαι, ὅτι κατὰ τὸν καιρὸν τῆς δι 23.177 καιοκρισίας αὐτοῦ, οὐ μνημονεύσας μου τῆς ἁμαρτίας καὶ τῶν τολμηθέντων μοι ἐν ἡμέρᾳ ταλαιπωρίας μου, κατὰ τὴν δικαιοσύνην μου ἀποδώσει μοι. Τὰς γὰρ ἄλλας μου πράξεις τὰς ἐν ἀρετῇ καὶ δικαιοσύνῃ, ὥσπερ ἐν τρυτάνῃ καὶ ζυγῷ ἀντιπαραλαβὼν, καὶ ἀντιστήσας τῷ ἁμαρτήματί μου, κατὰ πολὺ πλεοναζούσας εὑρήσει τοῦ γενομένου ἁμαρτήματος. ∆ιὸ ἀνταποδώσει μοι οὐ καθ' ὃ ἥμαρτον (ἤδη γὰρ ἀνταπέδωκε, μετελθών με κατὰ τὸν παρόντα βίον διὰ τῶν καταλαβουσῶν με συμφορῶν), κατὰ δὲ τὰς λοιπὰς πράξεις, τὰς ἐν δικαιοσύνῃ, ἀποδώσει μοι ἐν τῇ ἡμέρᾳ τῆς αὑτοῦ δικαιοκρισίας, καὶ τῶν χειρῶν μου κατὰ τὴν καθαριότητα τὴν ἀμοιβὴν ποιήσεται· ἀπέπλυνα γὰρ τὸν πρότερον αὐταῖς ἐγγενόμενον ῥύπον· Καὶ ἔσομαι ἄμωμος