345
ἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα, κοινοποιοῦντες τὸν λόγον ὑπὲρ τῶν μηδέπω ἐπιστρεψάντων, μηδὲ τὴν ἐπιφάνειαν ἐπεγνωκότων αὐτοῦ, καὶ διὰ τοῦτο μηδέπω τῆς παρὰ τῷ Θεῷ σωτηρίας τετυχηκότων. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΛΗΝΩΝ ΤΩ ἈΣΑΦ. Πʹ Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. Οἱ ἐπιγεγραμμένοι τῶν ληνῶν ψαλμοὶ τρεῖς τὸν ἀριθμὸν τυγχάνουσιν· εἷς μὲν τοῦ ∆αυῒδ, ὁ ὄγδοος, εἷς δὲ τοῦ Ἀσὰφ, ὁ μετὰ χεῖρας, καὶ τῶν υἱῶν Κορὲ ὁ πʹ καὶ γʹ. Ὁ μὲν οὖν ηʹ σαφῶς τῶν ἐθνῶν τὴν κλῆσιν ἐθέσπιζεν, ἣν τῷ Πνεύματι τῷ θείῳ προθεωροῦντες οἱ τοῦ Θεοῦ προφῆται, ὑπερεξεπλήττοντο· διὸ καὶ ἀποθαυμαστικῶς ἀνεφώνουν τό· Κύριε ὁ Θεὸς ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! Καὶ ὁ γʹ δὲ καὶ πʹ πολλὰ σκηνώματα καὶ πολλὰ θυσιαστήρια καὶ πολλὰς αὐλὰς προεώρα· δηλαδὴ τὰς καθ' ὅλης τῆς οἰκουμένης Ἐκκλησίας τοῦ 23.969 Θεοῦ, καὶ τὰ ἐν αὐταῖς πολλὰ θυσιαστήρια· ἃ δὴ παρίστη λέγων· Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! καὶ αὖθις· Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου· καὶ ἑξῆς· Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων. Ὁ δὲ μετὰ χεῖρας ἑτέροις μὲν ἀγαλλιᾷν καὶ ἀλαλάζειν καὶ ψάλλειν παρακελεύεται, τοῦ δὲ Ἰουδαίων ἔθνους τὴν ἀποβολὴν καὶ τὴν ταύτης αἰτίαν παρίστησι, καὶ σφόδρ' ἀκολούθως ταῖς διὰ τῶν ἔμπροσθεν προφητείαις. Ἐπειδὴ γὰρ ἐν τῷ πρὸ τούτου ἠρώτα λέγων· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; ἐπιλύεται τὴν ἐπαπόρησιν, διὰ τοῦ μετὰ χεῖρας φάσκων· Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ εἰ ταῖς ὁδοῖς μου ἐπορεύθη· ἐν τῷ μηδενὶ τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα· καὶ ἐπιλέγει· Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Ἐπεὶ τοίνυν τὸ ἀνήκοον καὶ τὸ ἀπειθὲς αὐτῶν παρίστησι, μεταβάλλει τὸν λόγον εἰκότως, καὶ τὴν τῶν ἐθνῶν κλῆσιν εὐαγγελίζεται τὸ Πνεῦμα τὸ ἅγιον, πᾶσιν ἀνθρώποις προσφωνοῦν καὶ λέγον· Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν. Λέγει δὲ ταῦτα ἐκ προσώπου τοῦ χοροῦ τοῦ προφητικοῦ. Ὡς γὰρ ἐν τῷ ηʹ ἔλεγε· Κύριε ὁ Κύριος ἡμῶν, ἰδιοποιουμένων τὸν Θεὸν τῶν ταῦτα λεγόντων, διὰ τὸ πρώτων αὐτῶν γεγονέναι τὸν Θεόν· οὕτω καὶ ἐνταῦθα οἱ αὐτοὶ, τοὺς ἀπεξενωμένους καὶ ἀλλοτρίους ἀνακαλούμενοι, φασίν· Ὦ οὗτοι, καταλείποντες τοὺς πεπλανημένως νομιζομένους ὑμῖν θεοὺς, ἥκετε σπεύδοντες πρὸς τὸν ἡμέτερον Θεὸν, καὶ τούτῳ ἀγαλλιᾶσθε τῷ πάντοτε ἡμῶν τῶν αὐτῷ ἀνακειμένων βοηθῷ γενομένῳ. Τίς δ' ἦν οὗτος, ἑξῆς παριστῶσι λέγοντες· Ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ· τῷ γὰρ πάλαι ὀφθέντι τῷ ἡμετέρῳ προπάτορι Θεῷ ἐλθόντες, ἀλαλάξατε, κατὰ τὸ εἰρημένον καὶ ἐν ξεʹ· Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ. Τίς δὲ ἦν ἡ πᾶσα γῆ διασαφεῖ ὁ εἰπών· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Τοῖς οὖν αὐτοῖς καὶ διὰ τῶν μετὰ χεῖρας προσφωνεῖ λέγων ὁ χορὸς τῶν προφητῶν· Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. Θεὸν δὲ Ἰακὼβ τὸν Σωτῆρα σημαίνει τὸν ἐν ἀνθρώπου σχήματι ὀφθέντα τῷ Ἰακώβ· ὅτε καὶ ἐκάλεσε Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐν ᾧ ὤφθη αὐτῷ ὁ Θεὸς, Εἶδος Θεοῦ, ἐπειπών· Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Τούτῳ οὖν, ὡς ἂν αὐτῷ ὄντι τῷ βασιλεῖ ἡμῶν, ἀλαλάζειν προστάττει, νικητήριον ὕμνον ἀναπέμποντας αὐτῷ. Ὅπως δὲ βασιλεὺς ὑπὸ τοῦ Πατρὸς καθίσταται, αὐτὸς διδάσκει λέγων· Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ. Οὐ μόνον δὲ ἀλαλάζειν τῷ Θεῷ Ἰακὼβ βούλεται τοὺς κεκλημένους, ἀλλὰ καὶ λαμβάνειν ψαλμὸν καὶ διδόναι τύμπανον, καὶ ψαλτήριον