104
χρειωδεστάτους μάλιστα λέγειν. Πλὴν οὐχὶ μόνῳ ταῦτα συμβῆναί φαμεν τῷ θεσπεσίῳ ∆αυῒδ, ἀλλὰ γὰρ καὶ πλείστοις ἑτέροις· μᾶλλον δὲ καὶ εἰς δεῦρο πράττεται πειραζομένων ἁγίων. Ἀδόκητοι γὰρ περιστάσεις ἀναφύονται πολλάκις, ὥστε δυσφορητότερον εἶναι τοῦ παρ' ἐχθρῶν πολέμου τὰς τῶν οἰκείων ἐπαναστάσεις, οὓς καὶ ὀστᾶ φαμεν ὠνομάσθαι τροπικῶς, Εἰ δὲ ἅπασι ταῦτα κοινὰ, κοινὸς ἂν εἴη πάντων τῆς προσευχῆς ὁ τρόπος. Παντὶ γὰρ ἁρμόζει πειραζομένῳ καὶ κάμνοντι, γλιχομένῳ τε τυχεῖν ἡμερότητος τῆς παρὰ Θεοῦ. Ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου. ∆ιὰ τούτων διδάσκει ἡμᾶς ὁ λόγος, μὴ κρύπτειν τὰ ἑαυτῶν κακὰ, μηδ' ὥσπερ τινὰ μελανίαν καὶ σῆψιν κατὰ βάθους τῆς ψυχῆς συνέχειν τὰ ἁμαρτήματα. Ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην, ὅτι ἡ ψυχή μου ἐνεπλήσθη ἐμπαιγμῶν ἐμπαιζόντων. Νοήσεις δὲ καὶ οὕτως, προεπισημηνάμενος ἐν τῇ προγραφῇ, ὡς ἄρα εἴη εἰς ἀνάμνησιν, εἰκότως ἀναπεμπάζεται, καὶ τὰ πάλαι αὐτῷ συμβεβηκότα ἐπαναλαμβάνει. ∆ιδάσκει τε ἐν οἷς γέγονε, τῷ τῆς ἁμαρτίας ὀλίσθῳ περιπεσὼν, οὗ χάριν καὶ τὴν πᾶσαν ποιεῖται ἐξομολόγησιν. Εἰς ταῦτα γὰρ πάντα ἐλήλυθα, φησὶν, ἐπειδήπερ καιρῷ τινι Ἡ καρδία μου ἐταράχθη, καὶ ἐγκατέλειπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἦν μετ' ἐμοῦ. Κατὰ γὰρ τὸν τῆς ἁμαρτίας καιρὸν οὐ μικρὰν ὑπέμεινεν αὐτοῦ ταραχὴν τὸ διανοητικὸν, συγχυθὲν καὶ σκοτωθὲν ὑπὸ τοῦ τὴν ἁμαρτίαν ἐνεργοῦντος, ὡς καὶ εἰς ἀφροσύνην πεσεῖν καὶ πράττειν ἀφροσύνης ἔργα. Τότε δὲ καὶ ἐγκατέλειπεν αὐτὸν ἡ ἰσχὺς αὐτοῦ· οὐκέτι γὰρ οἷός τε ἦν λέγειν· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με, νικηθεὶς ὑπὸ τοῦ πάθους καὶ ἐξατονήσας. Καὶ ἄλλο δέ τι, φησὶ, χαλεπὸν περὶ ἐμὲ γέγονε· Τὸ γὰρ φῶς τῶν ὀφθαλμῶν μου (τοῦτο δὲ ἦν τὸ προφητικὸν πνεῦμα, τὸ φωτίζον αὐτοῦ τῆς ψυχῆς τὴν ὅρασιν) καὶ αὐτὸ οὐκ ἦν μετ' ἐμοῦ, καταλεῖψάν με καὶ ἀναχωρῆσαν· ἐπεὶ εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία· οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίαις· ἅγιον γὰρ Πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων. Ἀλλὰ καὶ οἱ πρότερον αὐτοῦ φίλοι καὶ πλησίον αὐτοῦ, οἱ τὸν σύμπαντα χρόνον αὐτῷ συνόντες, ἐάσαντες αὐτὸν μακρόθεν ἔστησαν, οὐκέτ' αὐτῷ συνεῖναι δυνάμενοι, πόῤῥωθεν δὲ ἀποκλᾳόμενοι ὡς οἰκείου φίλου συμφοράν. Τίνες δ' ἦσαν οὗτοι ἀλλ' ἢ οἱ ἐπὶ τοῖς προτέροις ἀγαθοῖς αὐτοῦ χαίροντες, ἄγγελοι δηλαδὴ ἀγαθοὶ καὶ λειτουργοὶ Θεοῦ, τῇ τῶν ἀνθρώπων συγχαίρειν εἰωθότες σωτηρίᾳ; Ὧν μακράν μου γενομένων, ἄλλοι τινὲς τὴν ἁμαρτίαν ἐνεργοῦντες, πλησίον μου γενόμενοι, ἐξεβιάζοντο καὶ τῆς ἐμῆς ψυχῆς κατέπαιζον. Πάλαι γὰρ οὗτοι διψῶντες τοῦ ἐμοῦ αἵματος, καὶ ἐκ μακρῶν χρόνων εὐχόμενοι θεάσασθαί μου τὴν πτῶσιν, ὡσανεὶ καιροῦ λαβόμενοι, ὅτε εἶδον καταλείπουσάν με τὴν ἰσχὺν, καὶ τὸ φῶς 23.345 τῶν ὀφθαλμῶν μου ἀναχωρῆσάν μου, τούς τε φίλους καὶ τοὺς πλησίον μακρὰν γενομένους, παραχρῆμα ἐπιπηδήσαντες ἐξεβιάζοντο τὴν ψυχήν μου· καὶ ὡς ἂν ἐθελόκακοι ἐλάλησάν μοι ματαιότητας, ἔνδον ὑποβάλλοντές μου εἰς τὴν ψυχὴν ματαίους λογισμούς· ἀλλὰ καὶ σὺν δόλῳ θέλγοντες καὶ ἀπατῶντες, ὡς ἐπὶ ἀγαθοῖς ἐδελέαζον καθέλκοντές με εἰς τὴν ἁμαρτίαν. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ἐπεὶ τούτοις, φησὶν, οὐδὲν εἶχον λέγειν αἰσχύνης πεπληρωμένος· οὐδὲν γάρ μοι λόγος ἦν πρὸς ἀπολογίαν, οὐδ' εἶχόν τινα τοῖς ἐχθροῖς προσφθέγγεσθαι ἅπαξ ὑπ' αὐτῶν νενικημένος· οὐκ ἐμαυτῷ θαῤῥῶν, οὐδ' ἄλλην τινὰ πρὸ ὀφθαλμῶν θέμενος ἐλπίδα ἢ σὲ, τὰ τῆς ἰάσεως ὑπέγραφον ἐμαυτῷ. Ἐπεὶ οὖν ἐπὶ σὲ ἤλπισα, Κύριε, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει· διὰ τοῦτο εἰσακούσῃ, ὅτι θελητὴς ἐλέους εἶ, καὶ οὐ θέλεις τὸν θάνατον