219
πολλοὺς λανθάνουσα δύναμις, ἣν ὁ τοῦ Θεοῦ λόγος ἀρότρου δίκην ἀνατέμνων καὶ μεταβάλλων, λεῖον ἀπεργάζεται· περιελών τε τὰς ἀκάνθας, καὶ τὴν περιττὴν ὕλην, ἐντίθησι τὰ ἑαυτοῦ σπέρματα· εἶτα τοῖς λογικοῖς νάμασιν ἀρδεύων, μεθύσκει αὐτήν. ∆ιὸ λέλεκται· «Τοὺς αὔλακας αὐτῆς μέθυσον, καὶ πλήθυνον τὰ γεννήματα αὐτῆς.» Εἶτα ἀντὶ τοῦ· «Ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα·» κατὰ τὸν Σύμμαχον· «Ταῖς ψεκάσιν αὐτῆς χαυνώ 23.644 σεις αὐτὴν καὶ τὸ βλάστημα αὐτῆς,» εἴρηται. Καὶ πάντα δὲ ταῦτα σημεῖα τυγχάνει τοῦ ἐπισκεψαμένου τὴν Ἐκκλησίαν αὐτοῦ· ἃ δὴ πάλαι προλεχθέντα οὐδ' ἄλλως εἰς ἔργα κεχώρηκεν ἢ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας· δι' ἧς οἱ κατηξιωμένοι τῆς αὐτοῦ χάριτος, τὰ ἐξ οὐρανῶν σπέρματα ταῖς αὐτῶν ψυχαῖς ἀποδεξάμενοι, καρποὺς εὐθαλεῖς παρέχουσιν· οἱ μὲν ρʹ ποιοῦντες, οἱ δὲ ξʹ, οἱ δὲ λʹ. Ὁρῶν δέ τις ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τὰ διάφορα τάγματα τῶν ἐν Χριστῷ προκοπτόντων, τὴν παγκαρπίαν εἴσεται τῶν διὰ τῆς προκειμένης προφητείας θεσπιζομένων. «Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ τὰ πεδία σου πλησθήσεται πιότητος.» Ἐπειδὴ κηρῦξαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως ἐληλυθέναι λέγεται ὁ Σωτὴρ, κατὰ τὴν φάσκουσαν ἐξ αὐτοῦ προσώπου Γραφήν· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με· κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν· καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως·» εἰκότως καὶ ἐνταῦθα τὴν ἡμέραν σημαίνει τῆς ἀνταποδόσεως. Ἔστι δὲ αὕτη ὁ μέλλων ἐπιστήσεσθαι αἰὼν μετὰ τὴν τοῦ ἐνεστῶτος συντέλειαν. Ἐκεῖνον τοίνυν τὸν ἐνιαυτὸν ὥσπερ στεφάνῳ κοσμηθήσεσθαι διὰ τῶν νεαρῶν καὶ ὡραίων ἀνθῶν τῶν μελλόντων ἐν αὐτῷ πολιτεύεσθαι, τὸ παρὸν θεσπίζει λόγιον φάσκον· «Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου.» Ὁ γὰρ ἐνιαυτὸς ἐκεῖνος ὁ τοῦ μέλλοντος αἰῶνος, χρηστότητος ὢν Θεοῦ, στέφανον ἕξει ηὐλογημένον, σύμπαντα χορὸν τῶν ἁγίων. Ὅντινα στέφανον, εὐλογήσας, περιθήσεται ὁ Χριστὸς τοῦ Θεοῦ, τοῖς τῆς αὐτῶν γεωργίας ἄνθεσιν ὡραϊζόμενος. Ἀλλὰ καὶ αὐτὸς αὐτῶν γενήσεται στέφανος κατὰ τὸν Ἡσαΐαν φήσαντα· «Καὶ ἔσται Κύριος Σαβαὼθ ὁ στέφανος τῆς δόξης. Τότε δὲ καὶ τὰ πεδία τοῦ Θεοῦ πλησθήσεται πιότητος, καὶ τὰ ὄρεα δὲ τῆς ἐρήμου τότε πιανθήσεται.» Ἔτι μὴν καὶ «οἱ βουνοὶ» τότε «ἀγαλλίασιν περιζώσονται.» Καὶ πρὸς τούτοις ἅπασιν οἱ κριοὶ τῶν προβάτων τοὺς ἰδίους ἐνδύσονται πόκους. Νοήσεις δὲ ταῦτα, τὴν διαφορὰν ὑποθέμενος ἑαυτῷ τῶν σωζομένων· ὧν οἱ μὲν, ὡς ἐν παραθέσει τῶν κρειττόνων τὸν βίον ὑποβεβηκότες, ἀλληγορικῷ τρόπῳ πεδία Θεοῦ προσηγορεύθησαν πιότητος πληρούμενα· διὸ λέλεκται· «Τὰ πεδία σου πλησθήσεται πιότητος·» οἱ δὲ ἤδη ἐν διαφόροις ἀρεταῖς ἀνθοῦντες ὄρεα τῆς πρὶν ἐρήμου Ἐκκλησίας ὠνομάσθησαν· οἳ, καὶ αὐτοὶ πλουσίως ἀρδόμενοι ἐκ τοῦ δηλωθέντος ποταμοῦ, πιανθήσεσθαι λέγονται· ἀλλὰ καὶ οἱ ἔτι τούτων ὑψηλότεροι βουνοὶ τροπικῶς καλούμενοι ἀγαλλίασιν περιζώσονται. Καὶ τρία μὲν ταῦτα τάγματα κατὰ τὸν μέλλοντα ἐνιαυτὸν τῆς χρηστότητος τοῦ Θεοῦ τεύξεται τῆς μακαριότητος· τάχα που ἐξ ἐκείνων ὄντες, ὧν οἱ μὲν ἐποίουν ρʹ, οἱ δὲ ξʹ, οἱ δὲ λʹ. Οἱ δὲ τούτων ἐπιστησόμενοι ἄρχοντές τινες καὶ ἡγεμόνες τινὲς αὐτῶν, ἐν δυνάμεσιν ἐξαιρέτοις κοσμηθήσονται· διὸ λέλεκται· «Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων·» ἀντὶ τοῦ· «Ἐνδύσονται.» Κριοὺς δὲ προβάτων τοὺς ἄρχοντας τοὺς ἡγουμένους τῶν προλεχθέντων νοήσεις, οἵτινες ἐνεδύσαντο ἢ καὶ μᾶλλον ἐνδύσονται. Τί δὲ ἐνδύσονται, ἡμῖν καταλέλοιπεν νοεῖν· διδάσκει δὲ τὸ ἔνδυμα τούτων ὁ θεῖος Ἀπόστολος λέγων· «∆εῖ τὸ φθαρτὸν τοῦτο 23.645 ἐνδύσασθαι ἀφθαρσίαν·» καὶ πάλιν· «Ἐφ' ᾧ οὐ θέλομεν ἐνδύσασθαι, ἀλλ' ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.» Ἐνδύσονται τοίνυν οἱ κριοὶ τὸ ἐμπρέπον αὐτοῖς