334
Θεοῦ ζῶντος. Καὶ εἶπε ∆αυΐδ· Κύριος, ὃς ἐξείλατό με ἐκ χειρὸς τοῦ λέοντος καὶ ἐκ χειρὸς τῆς ἄρκου, οὗτος ἐξελεῖταί με ἐκ χειρὸς τοῦ ἀλλοφύλου τοῦ ἀπεριτμήτου τούτου. ∆ιὰ γὰρ τούτων δοκιμὴν δεδωκότα πίστεως καὶ εὐσεβείας, τῆς τε τῶν ὑπ' αὐτὸν θρεμμάτων ἀλόγων προνοίας, ἐξελέξατο Θεὸς καὶ προήγαγεν ἐπὶ τὴν τῶν λογικωτέρων θρεμμάτων ἀρχήν. Ὁ δὲ, ὑποδεξάμενος τοὺς παραδοθέντας αὐτῷ, οὐκ ἀπηνῶς, οὐδὲ σκληρῶς, οὐδὲ ὑπερηφάνως, ἀλλ' ἐν ἀκακίᾳ τῆς καρδίας αὐτοῦ ἐποίμαινεν αὐτούς· ἢ κατὰ τὸν Ἀκύλαν καὶ Σύμμαχον, κατὰ τὴν ἁπλότητα τῆς καρδίας αὐτοῦ. Καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὐτοῦ ὡδήγη 23.941 σεν αὐτούς. Κατὰ δὲ τὸν Ἀκύλαν, Καὶ ἐν φρονήσεσι ταρσῶν αὐτοῦ καθωδήγησεν αὐτούς. Κατὰ δὲ τὸν Σύμμαχον, Καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς. Ἐποίμαινε τοίνυν ὁ ∆αυῒδ τὴν ἀνθρωπίνην καὶ λογικὴν ποίμνην· ἀλλ' οὐκ ἐν σοφίᾳ ἀνθρωπίνῃ, οὐδὲ ἐν τῇ ἑαυτοῦ συνέσει, ἀλλ' ἐν ἀκακίᾳ καὶ ἁπλότητι, τὴν πᾶσαν ἐγχειρίζων τῷ Θεῷ φροντίδα. Τήν γε μὴν ἑαυτοῦ σύνεσιν διὰ τῶν χειρῶν ἐπεδείκνυτο, τουτέστι διὰ τῶν πράξεων καὶ διὰ τοῦ βίου, καὶ τῆς λοιπῆς πολιτείας. Καὶ μέχρι τούτου ἵσταται τὰ τῆς παρούσης ὑποθέσεως, κατηγορίαν περιέχοντα τῆς τοῦ Ἰουδαίων λαοῦ μοχθηρίας, διδασκαλίαν τε τῆς τοῦ Θεοῦ μακροθυμίας διὰ τὰς ἐν τοῖς ἔμπροσθεν ἐπηπορημένας φωνὰς, πρὸς ἃς ὥσπερ ἀπολογία τις ἀναγκαίως ἐπενήνεκται τῆς τοῦ Θεοῦ δικαιοκρισίας. Ταῦτα δὲ πάντα ἡμᾶς· τοὺς ἐξ ἐθνῶν ὁ Χριστὸς τοῦ Θεοῦ παιδεύει, σωφρονίζων ἡμᾶς διὰ τῶν παλαιῶν παραδειγμάτων, ὥσπερ οὖν ἀρχομένοις ἡμῖν εἴρηται τοῦ λόγου. ΨΑΛΜΟΣ ΤΩ ΑΣΑΦ. ΟΗʹ. Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον. Ὅτι πρὸ τοῦ τὸν ναὸν οἰκοδομηθῆναι τὸν ἐν Ἱερουσαλὴμ, γέγονεν ὁ Ἀσὰφ τῷ ∆αυῒδ συνακμάσας, δῆλον ἐκ τῆς ἱστορίας. Προφητικῶς οὖν τὰ μέλλοντα μακροῖς ὕστερον χρόνοις συμβήσεσθαι καὶ διὰ τῶν παρόντων θεσπίζει. Ἀλλὰ διὰ μὲν τοῦ οʹ καὶ γʹ τὴν ὑστάτην τῆς πόλεως ἅλωσιν καὶ τὸν ἔσχατον ἀφανισμὸν τοῦ ναοῦ, τὸν ἐπὶ Ῥωμαίων γενόμενον μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν τόλμαν τῶν οἰκητόρων, προανεφώνει, ὡς προαποδέδεικται· διὰ δὲ τῶν μετὰ χεῖρας ἐπεληλυθέναι μὲν ἔθνη τῇ κληρονομίᾳ τοῦ Θεοῦ, καὶ τὸν ἐν αὐτῇ νεὼν μεμιαγκέναι, αὐτήν τε τὴν πόλιν εἰς ὀπωροφυλάκιον τεθεικέναι σημαίνει· οὐ μὴν πυρὶ παραδεδόσθαι τὸν τόπον, οὐδὲ τοιαῦτα πεπονθέναι ὁποῖα ἐδήλου διὰ τοῦ προλεχθέντος. Ἔτι δὲ διὰ τοῦ παρόντος προστίθησιν, ὡς ἄρα οἱ τὸν τόπον μιάναντες πολλοὺς ἀνεῖλον ὁσίους ἄνδρας καὶ Θεοῦ δούλους· ὧν τὰ νεκρὰ σώματα μὴ συγχωρήσαντες τῇ κατὰ φύσιν παραδοθῆναι ταφῇ, τοῖς πετεινοῖς τοῦ οὐρανοῦ βορὰν ἔθεντο. Ταῦτα δὲ οὐκ ἂν εὕροις πραχθέντα οὔτε κατὰ τὴν ὑστάτην πολιορκίαν τοῦ τόπου· ἐπεὶ μηδὲ ὑπῆρχεν τοῖς τότε παρ' αὐτοῖς ὁσίοις, τῶν τὴν πόλιν οἰκούντων, ἀνοσίων καὶ ἀσεβῶν ἁπάντων γεγονότων διὰ τὰ κατὰ τοῦ Σωτῆρος ἡμῶν κατά τε τῶν ἀποστόλων αὐτοῦ τετολμημένα αὐτοῖς. Ἀλλ' οὐδὲ ἐπὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας εὕροις ἂν τὰ μετὰ χεῖρας γενόμενα· ἐπεὶ μηδὲ τότε ὁσίους ἄνδρας καὶ θεοφιλεῖς ὑπὸ τῶν Βαβυλωνίων ἀνῃρῆσθαι ἡ ἱστορία παραδίδωσι. Πότε τοίνυν ἐπληροῦτο ταῦτα; Οὐκ ἔστιν ἕτερον εἰπεῖν χρόνον, ἢ τὸν ἐπὶ Ἀντιόχου, καθ' ὃν ἡ τῶν Μακκαβαίων γραφὴ τὰ μετὰ χεῖρας προλεγόμενα δι' ἔργων κεχωρηκότα δείκνυσι. Γέγραπται γοῦν ἐν αὐτῇ τοῦτον τὸν τρόπον· Καὶ ὑπέστρεψεν Ἀντίοχος μετὰ τὸ πατάξαι τὴν Αἴγυπτον ἐν τῷ ρʹ καὶ μʹ καὶ γʹ ἔτει, καὶ ἀνέβη ἐπὶ Ἰσραὴλ ἐν ὄχλῳ βαρεῖ· καὶ εἰσῆλθεν εἰς τὸ ἁγίασμα ἐν ὑπερηφανίᾳ. Καὶ ἔλαβε τὸ θυμιατήριον τὸ χρυσοῦν, καὶ τὴν λυχνίαν τοῦ φωτὸς, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ