405
ὀνειδίζειν ἡμῖν οἱ ἐχθροὶ τοῦ Θεοῦ. Ἀλλὰ γὰρ ὡς ἐπακουσθεὶς καὶ πιστεύσας τεύξεσθαι τῶν εὐχῶν, ἐλπίσας τε ᾗ τάχος ἐπιστήσεσθαι τὰς πρὸς τὸν ∆αυῒδ ἐπαγγελίας τοῦ Θεοῦ, τὸ τέλος τοῦ παντὸς λόγου διὰ τῆς εὐχαριστίας καὶ εὐλογίας ἐπισφραγίζεται λέγων· Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· ἡμᾶς τε διδάσκει προσυπακούειν τὸ, Γένοιτο, γένοιτο, ὅπερ ἐστὶν Ἑβραϊκὴ φωνὴ, Ἀμὴν, ἀμήν. Περὶ δὲ τοῦ διαψάλματος, πολλάκις μεταξὺ παρεμβεβλημένου, ταῦτα λεκτέον. Ἡ πρώτη ἐπαγγελία τοῦ Θεοῦ ἐν ἀρχῇ λεχθεῖσα περιεῖχε, ∆ιεθέμην διαθήκην, καὶ, Ὤμοσα ∆αυῒδ, καὶ τὰ ἑξῆς· εἶτα τοῦ διαψάλματος παρατεθέντος, μεταβαλὼν ὁ λόγος τὸ πρόσωπον, ἐπιλέγει· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου· καὶ πάλιν, ἐπαγγελίας λεχθείσης ἐκ προσώπου τοῦ Θεοῦ τῆς ἀπὸ τοῦ, Ἐθέμην βοήθειαν ἐπὶ δυνατὸν, μέχρι τοῦ, καὶ μάρτυς ἐν οὐρανῷ πιστὸς, πάλιν τοῦ διαψάλματος παρεμβληθέντος, μεταβάλλει τὴν διάνοιαν ὁ λόγος, καί φησι· Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου. Εἶτα, διεξελθὼν τὰ σκυθρωπότερα, 23.1124 πάλιν ἐντίθησι τὸ διάψαλμα, καὶ ἐναλλάττει τὴν διδασκαλίαν φάσκων· Ἕως πότε, Κύριε, ἀποστρέψεις εἰς τέλος; καὶ τὴν εὐχὴν ἀναπέμψας, πάλιν τῷ διαψάλματι μεταξὺ κέχρηται, καὶ ἐπιλέγει· Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; μεταβαλὼν τὴν διάνοιαν καὶ ἀνακαλούμενος τὰς πρώτας τοῦ Θεοῦ ἐπαγγελίας, τὰς ἐν ἀρχῇ λεχθείσας· ὥστε λόγον ἔχειν τινὰ καὶ τὰ διαψάλματα μεταβολῆς διανοίας ἢ προσώπου ἐναλλαγῆς δι' αὐτῶν σημαινομένης. Τοῦτο δὲ ἐπὶ πάντων ἐρεῖς τῶν ψαλμῶν ἐν οἷς φέρεται τὸ διάψαλμα· ἢ γὰρ τοῦ προσώπου παρίστησιν ἐναλλαγὴν ἢ τῆς διανοίας· ἔστι δ' ὅτε καὶ μεταβολὴ τῆς κατὰ τὸ Ἑβραϊκὸν μελῳδίας. Ὅ γε μὴν Ἀκύλαςοὐδαμοῦ κέχρηται τῷ διαψάλματι· ἀντὶ δὲ τούτου ἐν πᾶσι τοῖς τόποις εἴωθεν ἑρμηνεύειν τὸ, ἀεί. Ὅπερ ἐχρῆν ἡμᾶς μὴ ἀγνοεῖν. Τὸ δὲ ἐπισφράγισμα παντὸς τοῦ λόγου τὸ, Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα, γένοιτο, γένοιτο, κατὰ μὲν τὸν Ἀκύλαν ἀντὶ τοῦ, Γένοιτο, γένοιτο, Πεπιστωμένως, πεπιστωμένως, περιέχει· κατὰ δὲ τὸν Σύμμαχον, ὁμοίως τῷ Ἑβραϊκῷ, Ἀμὴν καὶ ἀμήν. ΠΡΟΣΕΥΧΗ ΜΩΥΣΕΩΣ. ΠΘʹ. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ, Πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ, ὁ Θεός. ∆όγμα παιδεύει ὁ λόγος, διδάσκων τὸ μὲν Θεῖον διαρκὲς ὑπάρχειν καὶ ἀίδιον. Ὁ γὰρ εἰπὼν, Θεὸς ἐγώ εἰμι ὁ ὢν, ἀεὶ ὢν, καὶ ὁ αὐτὸς ὢν, καὶ εἰς τοὺς ἀπείρους αἰῶνας διαμένων, οὔποτε μεταβάλλει τὴν αὑτοῦ φύσιν. Ἡμεῖς δὲ, κατὰ καιροὺς παριόντες εἰς τὸν βίον, χειμάῤῥου τρόπον ἀποῤῥέομεν· ἐπεὶ καὶ κατὰ τὸν Σολομῶνα, Γενεὰ πορεύεται, καὶ γενεὰ ἔρχεται, καὶ τὰ ἀνθρώπινα πράγματα δὲ οὐδὲ πώποτε ἐν ταὐτῷ μένει, ἄλλοτε δ' ἄλλως μεταβάλλει. Ὁ δὲ διαρκὴς καθ' ἑκάστην γενεὰν Κύριος τῶν εἰς αὐτὸν ἐλπιζόντων καταφυγὴ γίνεται. Πρὸ μὲν γὰρ τοῦ κατακλυσμοῦ Ἐνὼχ, καὶ εἴ τις ἄλλος τῆς τότε γενεᾶς, καταφυγὴν αὐτὸν ἔσχηκεν· ἀπολλυμένου δὲ τοῦ τῶν ἀνθρώπων γένους ἐν τῷ κατακλυσμῷ, πάλιν Νῶε καταφυγὴν αὐτὸν, ἀλλ' οὔ τινα ἕτερον ἐκτήσατο. Καὶ μετὰ ταῦτα πάλιν ὁ Λὼτ ἐκ τῆς Σοδομιτῶν γενεᾶς, Ἀβραάμ τε καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, ἐπὶ τῆς ἑαυτῶν ἕκαστος· οὐ μὴν ἀλλὰ καὶ Ἰωσὴφ ἐπὶ τῆς κατ' αὐτὸν γενεᾶς, καὶ Μωϋσῆς πάλιν ἐπὶ ἄλλης· καὶ ἁπαξαπλῶς καθ' ἑκάστην γενεὰν τὸν ἀεὶ ὄντα Κύριον καταφυγὴν ἐσχήκασιν οἱ εἰς αὐτὸν ἠλπικότες. Προτρέπει δὲ διὰ τούτων καὶ ἡμᾶς ὁ λόγος μὴ ἐπί τινα ἕτερον παρὰ τὸν Θεὸν ἐλπίζειν, παντὶ δὲ καιρῷ καὶ ἡμέρᾳ πάσῃ καὶ ὥρᾳ, ἐν ἑκάστῃ τε πράξει, καὶ μάλιστα ἐν τοῖς περιστατικοῖς καιροῖς, ἐπ' αὐτὸν καταφυγεῖν. Καὶ ἐπειδήπερ οἱ μὲν χειμαζόμενοι στέγης, οἱ δὲ κατὰ τὴν θάλασσαν κλυδωνιζόμενοι