33
κατορθώματα σκάζειν τινὰ καὶ νοσεῖν περὶ δωροδοκίας καὶ τόκους, καὶ ταύτην προσθεραπεύει τὴν νόσον. Ὁ γὰρ τῆς βασιλείας τῶν οὐρανῶν ἕνεκεν, καὶ αὐτῆς τῆς πρὸς τὸν πλησίον ἀγάπης καὶ φιλανθρωπίας τοῦτο πράτ 23.153 των, δίδωσι μὲν, ἀλλ' οὐκ ἐπὶ τῷ τὴν ἀμοιβὴν παρὰ ἀνθρώπων λαβεῖν· ἑαυτῷ δὲ ταμιευόμενος ὥσπερ ἐν θησαυρῷ, καὶ αὑτῷ φυλάττων εἰς τὴν μέλλουσαν τῷ Θεῷ ἀνταπόδοσιν· Καὶ δῶρα ἐπ' ἀθώοις οὐκ ἔλαβε. Τιμὴν μὲν γὰρ τάχα προσοῖτο προσοίσοιτο τὴν ἄλυπον καὶ ἀβλαβῆ τοῖς τιμῶσιν· ὑποκειμένης δὲ αἰτίας ἐφ' ἑτέρου βλάβῃ, εἴ ποτε δέξαιτο δῶρα, παντάπασιν ἀνέτρεψε τὰ προλεχθέντα. ΣΤΗΛΟΓΡΑΦΙΑ ΤΩ ∆ΑΥΙ∆ ΙΕʹ. Τῷ μὲν ∆αυῒδ ἐπιγέγραπται ὁ ψαλμός· ἢ, τοῦ ∆αυῒδ, κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. Ψαλμὸν δὲ εἶπον καταχρησάμενος τῇ συνηθείᾳ· κατὰ γὰρ τὸ ἀκριβὲς οὐκ ἄν τις αὐτὸν εἴποι ψαλμὸν, ὅτι μὴ τοῦτο δηλοῦν βούλεται ἡ προγραφή· ἀλλ' ἔστι στηλογραφία προφητείαν περιέχουσα θαυμαστὴν, καὶ γραφῆς αἰωνίου, ὥσπερ ἐν στήλῃ τετυπωμένης, ἀξίαν. Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. Εἶπα τῷ Κυρίῳ· Θεός μου εἶ σύ· ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. Ὅτι μὲν οὖν διὰ τοῦ ∆αυῒδ ἀναπεφώνηται τὰ ἐν τῇ προφητείᾳ περιεχόμενα, παντὶ ἂν εἴη σαφές. Ζητουμένου δὲ εἰς τίνα ἄρα χρὴ ἀναφέρειν τὰ λεγόμενα, ἀξιόχρεως ἡμῖν διδάσκαλος γένοιτ' ἂν Πέτρος ὁ ἀπόστολος, ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων μνημονεύσας τῶν ἐν αὐτῇ φερομένων. ∆ιελθὼν γὰρ πρὸς τὸν λαὸν τὰ τοῦ ψαλμοῦ, ταῦτά τε ἐπὶ τὸν Σωτῆρα τὰ εἰρημένα ἀναδιδάξας, ἑξῆς ἐπιφέρει καί φησιν· Ἄνδρες ἀδελφοὶ, ἐξὸν εἰπεῖν μετὰ παῤῥησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου ∆αυῒδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη· καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς, ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστὸν, καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδην, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεὸς, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. Ὧν οὕτως εἰρημένων, περιττὸν ἂν εἴη τοῦ λοιποῦ ζητεῖν, ἐπὶ τίνα χρὴ φέρειν τὴν προφητείαν, ἅπαξ ὑπὸ τηλικούτου μάρτυρος δεδιδαγμένοι. Κατὰ μὲν οὖν τοὺς Ἑβδομήκοντα στηλογραφία λέλεκται ἡ προφητεία, τὸ περιέχειν τὴν κατὰ τοῦ θανάτου νίκην τοῦ Σωτῆρος διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ κατωρθωμένην. Ὥσπερ γὰρ τῶν ἀγωνιζομένων ἐν σταδίοις οἱ μέγιστοι καὶ παράδοξοι ἆθλοι στήλης ἀξιοῦνται, καὶ τῶν ἐν πολέμοις κατὰ τῶν ἐχθρῶν τρόπαια εἰς μακρὰν μνήμην στηλιτεύεται· οὕτω καὶ τὸ μέγα τρόπαιον τοῦ Σωτῆρος, ὅπερ ἤγειρε καθελὼν τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ἄνωθεν ἀπὸ τῶν προφητικῶν χρόνων ἐστηλιτεύετο ταῖς ἑαυτῶν γραφαῖς· διὸ στηλογραφία λέλεκται. Ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. Οὐχ ἵνα τὰ ἐπάξια χαρίσηται ἀνθ' ὧν αὐτῷ προσηγάγομεν. Ἄλλοι δέ φασιν, ὡς ἐκ προσώπου τοῦ Σωτῆρος 23.156 εἴρηται ὁ ψαλμός· εἴρηται δὲ κατὰ τὸ ἀνθρώπειον, ὥσπερ αὐτοὶ αὐτὰ πολλὰ καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εὑρίσκομεν· τοιοῦτόν ἐστι τό· Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ. Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ· καὶ, Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Οὕτως εὑρίσκομεν αὐτὸν εὐχόμενον συνεχῶς, καὶ τὰ γόνατα κάμπτοντα. Οὕτω τοίνυν καὶ ἐν τούτῳ τῷ ψαλμῷ αἰτεῖ φυλαχθῆναι, καὶ ὑφ' ἑαυτοῦ φυλάττεται. Αἰτεῖ μὲν γὰρ ὡς ἄνθρωπος, δίδωσι δὲ τὴν αἴτησιν ὡς Θεός· εὐδοκοῦντος δηλονότι καὶ συνεργοῦντος τοῦ οἰκείου Πατρός. Ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. Τοῦτο ὁ Σύμμαχος ἑτέρως ἡρμήνευσεν· Ἀγαθόν μοι οὐκ ἔστιν ἄνευ σοῦ. Πᾶσα, φησὶ, τῶν