1
Eranistes
ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΑΝΙΣΤΗΣ Η ΠΟΛΥΜΟΡΦΟΣ ΠΡΟΛΟΓΟΣ
Εἰσί τινες, οἳ τὴν ἐκ γένους ἢ παιδεύσεως ἢ κατορθωμάτων ἀξιέπαι νον οὐκ ἔχοντες περιφάνειαν, ἐκ πονηρῶν ἐπιτηδευμάτων ἐπίσημοι γενέσθαι φιλονεικοῦσι. Τοιοῦτος ἦν ἐκεῖνος Ἀλέξανδρος ὁ χαλκεύς, ὃς οὐδὲν ἔχων περίβλεπτον, οὐ λαμπρότητα γένους, οὐ δεινότητα λόγων, οὐ δημαγωγίαν, οὐ στρατηγίαν, οὐ τὰς ἐν πολέμοις ἀνδραγαθίας, μόνον δὲ βάναυσον τέχνην μεταχειρίζων, ἐκ μόνης τῆς κατὰ τοῦ θειοτάτου Παύλου μανίας ἐγένετο γνώριμος. Καὶ Σεμεεὶ δὲ πάλιν, ἀφανὴς ἄνθρωπος πάμπαν καὶ ἀνδραποδώδης, ἐκ τῆς κατὰ τοῦ θεσπεσίου ∆αβὶδ θρασύτητος ὀνομαστότατος γέγονε. Φασὶ δὲ καὶ τὸν τῆς Μανιχαϊκῆς αἱρέσεως εὑρέτην μαστιγίαν οἰκέτην γενέσθαι, καὶ φιλοτιμίας ἔρωτι τὴν μυσαρὰν ἐκείνην συγγράψασθαι θρησκείαν. Τοῦτο καὶ νῦν δρῶσί τινες, καὶ τὸ ἀξιέραστον τῆς ἀρετῆς κλέος διὰ τοὺς ταύτης ἡγουμένους ἀποδράσαντες πόνους, τὴν δυσκλεεστάτην καὶ τρισαθλίαν σφίσιν αὐτοῖς ἐπορίσαντο περιφάνειαν. Καινῶν γὰρ δογ μάτων προστάται γενέσθαι ποθήσαντες, ἐκ πολλῶν αἱρέσεων ἠρανί σαντο τὴν ἀσέβειαν καὶ τὴν ὀλέθριον ταύτην συνέθηκαν αἵρεσιν. Ἐγὼ δὲ αὐτοῖς βραχέα διαλεχθῆναι πειράσομαι, καὶ τῆς αὐτῶν χάριν θερα πείας καὶ τῆς τῶν ὑγιαινόντων ἕνεκα προμηθείας. Ὄνομα δὲ τῷ συγγράμματι Ἐρανιστής ἢ Πολύμορφος. Ἐκ πολλῶν γὰρ ἀνοσίων ἀνθρώπων ἐρανισάμενοι τὰ δύστηνα δόγματα, τὸ ποικίλον τοῦτο καὶ πολύμορφον προφέρουσι φρόνημα. Τὸ μὲν γὰρ θεὸν μόνον ὀνομάζειν τὸν δεσπότην Χριστόν, Σίμωνός ἐστι καὶ Κέρδωνος καὶ Μαρκίωνος καὶ τῶν ἄλλων, ὅσοι τοῦ μυσαροῦ τούτου μετέχουσι γειτονήματος. Τὸ δὲ τὴν ἐκ παρθένου μὲν γέννησιν ὁμολογεῖν, παροδικὴν δὲ ταύτην γενέσθαι λέγειν, καὶ μηδὲν ἐκ τῆς παρθένου τὸν θεὸν λόγον λαβεῖν, ἐκ τῆς Βαλεντίνου καὶ Βαρδησάνου καὶ τῶν τούτοις ἀγχιθύρων τερατο 62 λογίας ἐσύλησαν. Τὸ δέ γε μίαν φύσιν ἀποκαλεῖν τὴν θεότητα τοῦ δεσπότου Χριστοῦ καὶ τὴν ἀνθρωπότητα ἐκ τῶν Ἀπολιναρίου φληνά φων ὑφείλοντο. Πάλιν δ' αὖ τὸ τῇ θεότητι τοῦ δεσπότου Χριστοῦ προσάπτειν τὸ πάθος ἐκ τῆς Ἀρείου καὶ Εὐνομίου βλασφημίας κεκλόφασιν, ὡς ἐοικέναι τήνδε τὴν αἵρεσιν ἀτεχνῶς τοῖς ὑπὸ τῶν προσαιτῶν ἐκ διαφόρων ῥακίων συρραπτομένοις ἐσθήμασιν. Οὗ δὴ χάριν Ἐρανιστὴν ἢ Πολύμορφον τόδε προσαγορεύω τὸ σύγγραμμα. ∆ιαλογικῶς μέντοι ὁ λόγος προβήσεται, ἐρωτήσεις ἔχων καὶ ἀπο κρίσεις καὶ προτάσεις καὶ λύσεις καὶ ἀντιθέσεις, καὶ τὰ ἄλλα ὅσα τοῦ διαλογικοῦ ἴδια χαρακτῆρος. Τὰ δέ γε τῶν ἐρωτώντων καὶ ἀποκρινο μένων ὀνόματα οὐ τῷ σώματι τοῦ λόγου συντάξω, καθάπερ οἱ πάλαι τῶν Ἑλλήνων σοφοί, ἀλλ' ἔξωθεν παραγράψω ταῖς τῶν στίχων ἀρχαῖς. Ἐκεῖνοι μὲν γὰρ τοῖς διὰ παντοδαπῆς ἠγμένοις παιδείας καὶ οἷς βίος ὁ λόγος προσέφερον τὰ συγγράμματα· ἐγὼ δὲ καὶ τοῖς λόγων ἀμυήτοις εὐσύνοπτον εἶναι βούλομαι τὴν ἀνάγνωσιν καὶ τῆς ὠφελείας τὴν εὕρεσιν. Ἔσται δὲ τοῦτο, δήλων γινομένων τῶν διαλεγομένων προσώπων ἐκ τῶν παραγεγραμμένων ἔξωθεν ὀνομάτων. Καὶ τῷ μὲν ὑπὲρ τῶν ἀποστολικῶν ἀγωνιζομένῳ δογμάτων Ὀρθόδοξος ὄνομα, ὁ δὲ ἕτερος Ἐρανιστὴς ὀνομάζεται. Ὥσπερ γὰρ τὸν παρὰ πολλῶν ἐλέῳ τρεφόμενον προσαίτην ὀνομάζειν εἰώθαμεν, καὶ χρηματιστὴν τὸν συλλέγειν ἐπιστάμενον χρήματα, οὕτω δὴ καὶ τούτου τήνδε τὴν ἐπωνυμίαν ἐκ τῶν ἐπιτηδευμάτων τεθείκαμεν. Ἀξιῶ δὲ τοὺς ἐντευξο μένους πάσης προλήψεως δίχα ποιήσασθαι τῆς ἀληθείας τὴν βάσανον. Καὶ γὰρ ἡμεῖς σαφηνείας φροντίζοντες εἰς τρεῖς