1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

67

ἀνέχομαι τὰ ἡνωμένα μερίζειν. {ΟΡΘ.} Τῇ θείᾳ οὖν, ὡς ἔοικε, φύσει προσαρμόττεις τὸν κόπον; {ΕΡΑΝ.} Ἐμοὶ οὕτως δοκεῖ. {ΟΡΘ.} Ἀλλ' ἄντικρυς ἀντιφθέγγῃ τῷ προφήτῃ βοῶντι· "Οὐ πει νάσει, οὐδὲ κοπιάσει, οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ, διδοὺς τοῖς πεινῶσιν ἰσχύν, καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην." Καὶ μετ' ὀλίγα· "Οἱ δὲ ὑπομένοντές με ἀλλάξουσιν ἰσχύν, πτεροφυήσου σιν ὡς ἀετός· δραμοῦνται, καὶ οὐ κοπιάσουσι· βαδιοῦνται, καὶ οὐ πεινάσουσι." Πῶς τοίνυν ὁ τὸ ἀνενδεές τε καὶ ἄπονον τοῖς ἄλλοις δωρούμενος, αὐτὸς τοῦ κόπου τὸ πάθος καὶ τῆς πείνης καὶ τοῦ δίψους ὑπέμεινεν; {ΕΡΑΝ.} Πολλάκις εἶπον, ὅτι ὡς θεὸς ἀπαθής ἐστι καὶ ἀνενδεής· μετὰ δὲ τὴν σάρκωσιν ἠνέσχετο τῶν παθῶν. {ΟΡΘ.} Τῇ θεότητι τὰ πάθη δεχόμενος, ἢ τῇ παθητῇ φύσει παρα χωρῶν κατὰ φύσιν ὑπομένειν τὰ πάθη καὶ κηρύττειν τῷ πάσχειν, ὡς οὐ φαντασία τὸ φαινόμενον, ἀλλ' ἀληθῶς ἐκ τῆς ἀνθρωπείας φύσεως εἰλημμένον; Σκοπήσωμεν δὲ οὕτως· ἀπερίγραφον τὴν θείαν φύσιν φαμέν; {ΕΡΑΝ.} Οὕτως ἔχει. {ΟΡΘ.} Ἡ δὲ ἀπερίγραφος φύσις ὑπ' οὐδενὸς περιγράφεται. {ΕΡΑΝ.} Οὐ γὰρ οὖν. {ΟΡΘ.} Οὐ τοίνυν δεῖται μεταβάσεως· πανταχοῦ γάρ ἐστιν. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Τὸ δὲ μεταβάσεως οὐ δεόμενον οὐδὲ βαδίσεως. 202 {ΕΡΑΝ.} Φαίνεται. {ΟΡΘ.} Τὸ δὲ μὴ βαδίζον οὐ κοπιᾷ. {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} Οὐκ ἄρα κεκοπίακεν ἡ θεία φύσις ἀπερίγραφος οὖσα καὶ μὴ δεομένη βαδίσεως. {ΕΡΑΝ.} Ἀλλ' ἡ θεία γραφὴ κεκοπιακέναι τὸν Ἰησοῦν ἱστορεῖ, θεὸς δὲ ὁ Ἰησοῦς· "Εἷς γὰρ κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα." {ΟΡΘ.} Ἐπειδὴ τοίνυν κεκοπιακέναι αὐτὸν καὶ μὴ κοπιᾶν ἡ θεία λέγει γραφή (ἀληθῆ δὲ ἀμφότερα, ψευδὲς γὰρ οὐδὲν ἡ θεία λέγει γραφή), σκοπητέον πῶς μὲν τοῦτο, πῶς δὲ ἐκεῖνο τῷ ἑνὶ προσώπῳ δυνατὸν προσαρμόσαι. {ΕΡΑΝ.} Σὺ τοῦτο δεῖξον· σὺ γὰρ τοὺς τῆς διαιρέσεως ἡμῖν εἰσκομί ζεις λόγους. {ΟΡΘ.} Οἶμαι τοῦτο καὶ βαρβάρῳ ῥᾴδιον διαγνῶναι, ὡς τῆς τῶν ἀνομοίων φύσεων ὁμολογηθείσης ἑνώσεως δέχεται μὲν τὸ πρόσωπον τοῦ Χριστοῦ καὶ ταῦτα κἀκεῖνα διὰ τὴν ἕνωσιν, ἑκατέρᾳ δέ γε φύσει τὰ πρόσφορα προσαρμόττεται, τῇ μὲν ἀπεριγράφῳ τὸ ἄπονον, τῇ δὲ μεταβαινούσῃ καὶ βαδιζούσῃ ὁ κόπος. Ποδῶν γὰρ ἴδιον τὸ βαδίζειν, καὶ νεύρων τὸ τῷ πλείονι διατείνεσθαι πόνῳ. {ΕΡΑΝ.} Ὡμολόγηται ταῦτα σωματικὰ εἶναι παθήματα. {ΟΡΘ.} Ἀληθὴς ἄρα ἡ πρόρρησις ἐκείνη, ἣν ἐγὼ μὲν ἐποιησάμην, σὺ δέ γε ἐκωμῴδησας, ὡς ἐθέλησας. Ἰδοὺ γὰρ ἡμῖν ὑπέδειξας, τίνα μὲν ἀνθρωπότητι, τίνα δὲ προσήκει θεότητι. {ΕΡΑΝ.} Ἀλλ' οὐκ εἰς δύο τὸν ἕνα διεῖλον υἱούς. {ΟΡΘ.} Οὐδὲ ἡμεῖς τοῦτο δρῶμεν, ὦ φίλος, ἀλλ' εἰς τὸ διάφορον ἀφορῶντες τῶν φύσεων, σκοποῦμεν τί μὲν πρέπον θεότητι, τί δὲ ἁρμόδιον σώματι. {ΕΡΑΝ.} Οὐκ ἐδίδαξεν ἡμᾶς οὕτω διαιρεῖν ἡ θεία γραφή· ἀλλὰ τὸν υἱὸν τοῦ θεοῦ εἴρηκε τεθνάναι. Οὕτω γὰρ ὁ ἀπόστολος ἔφη· "Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ." Καὶ τὸν κύριον εἴρηκεν ἐκ νεκρῶν ἐγηγέρθαι· "Ὁ γὰρ θεός, φησί, καὶ τὸν κύριον ἐξήγειρε." {ΟΡΘ.} Ὅταν οὖν ἡ θεία λέγῃ γραφή, "Συνεκόμισαν δὲ τὸν Στέ φανον ἄνδρες εὐλαβεῖς, καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ' αὐτῷ," καὶ τὴν ψυχὴν εἴποι ἄν τις μετὰ τοῦ σώματος παραδεδόσθαι ταφῇ; 203 {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Καὶ ὅταν ἀκούσῃς Ἰακὼβ τοῦ πατριάρχου λέγοντος, "Θάψατέ με μετὰ τῶν πατέρων μου," περὶ σώματος ἢ περὶ ψυχῆς ταῦτα εἰρῆσθαι τοπάζεις; {ΕΡΑΝ.} ∆ῆλον ὡς περὶ σώματος. {ΟΡΘ.} Ἀνάγνωθι δὲ καὶ τὰ ἑξῆς. {ΕΡΑΝ.} "Ἐκεῖ ἔθαψαν Ἀβραὰμ καὶ Σάρραν τὴν γυναῖκα αὐτοῦ·" καί· "Ἐκεῖ ἔθαψαν Ἰσαὰκ καὶ Ῥεβέκκαν τὴν γυναῖκα αὐτοῦ·" καί·" ̓Εκεῖ ἔθαψαν Λείαν." {ΟΡΘ.} Οὐδὲ ἐν τούτοις, οἷς νῦν ἀνέγνως, σώματος ἐμνημόνευσεν ἡ θεία γραφή, ἀλλὰ τῶν ὀνομάτων ἃ τὴν ψυχὴν ὁμοῦ καὶ τὸ σῶμα ἐδήλου. Ἡμεῖς μέντοι διαιροῦμεν ὀρθῶς, καί φαμεν τὰς μὲν ψυχὰς ἀθανάτους εἶναι, μόνα δὲ τῶν πατριαρχῶν τὰ σώματα ἐν τῷ διπλῷ κατατεθῆναι σπηλαίῳ. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Καὶ ὅταν ἀκούσωμεν τῆς