1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

7

διδάσκει σαφῶς τῆς θείας φύσεως τὸ ἀθέατον; Λέγει δὲ οὕτως· "Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται." Εἰ τοίνυν ἀδύνατος ἀνθρώ ποις, ἐγὼ δέ φημι καὶ ἀγγέλοις, ἡ τῆς θείας φύσεως θεωρία, εἰπὲ πῶς ἐπὶ τῆς γῆς ὁ ἀθέατος καὶ ἀόρατος ὤφθη. 73 {ΕΡΑΝ.} Ὁ προφήτης εἶπεν ὅτι ἐπὶ τῆς γῆς ὤφθη. {ΟΡΘ.} Καὶ ὁ ἀπόστολος εἶπεν, "Ἀφθάρτῳ ἀοράτῳ μόνῳ θεῷ," καί, "Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται." {ΕΡΑΝ.} Τί οὖν; ψεύδεται ὁ προφήτης; {ΟΡΘ.} Μὴ γένοιτο, τοῦ θείου γὰρ πνεύματος καὶ ταῦτα κἀκεῖνα τὰ ῥήματα. Ζητήσωμεν τοίνυν πῶς ὁ ἀόρατος ὤφθη. {ΕΡΑΝ.} Μή μοι λογισμοὺς ἀνθρωπίνους καὶ συλλογισμοὺς προσ ενέγκῃς. Ἐγὼ γὰρ μόνῃ πείθομαι τῇ θείᾳ γραφῇ. {ΟΡΘ.} Μηδένα δέξῃ λόγον ἥκιστα βεβαιούμενον γραφικῇ μαρ τυρίᾳ. {ΕΡΑΝ.} Ἐάν μοι τῆς ἀμφιλογίας τὴν λύσιν ἐκ τῆς θείας προσ ενέγκῃς γραφῆς, ἀδηρίτως δέξομαι καὶ οὐκ ἀντιφθέγξομαι. {ΟΡΘ.} Οἶσθ' ὅτι καὶ πρὸ βραχέος τὴν εὐαγγελικὴν ῥῆσιν διὰ τῆς ἀποστολικῆς μαρτυρίας σαφῆ πεποιήκαμεν, καὶ δεδήλωκεν ἡμῖν ὁ θεῖος ἀπόστολος πῶς ὁ λόγος σὰρξ ἐγένετο, διαρρήδην εἰπών, "Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπι λαμβάνεται." Ὁ αὐτὸς τοίνυν καὶ νῦν ἡμᾶς διδάξει διδάσκαλος πῶς ὁ θεὸς λόγος ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. {ΕΡΑΝ.} Ἐγὼ καὶ τοῖς ἀποστολικοῖς καὶ τοῖς προφητικοῖς πείθο μαι λόγοις. ∆εῖξον τοίνυν, κατὰ τὴν ὑπόσχεσιν, τῆς προφητείας τὴν ἑρμηνείαν. {ΟΡΘ.} Τιμοθέῳ γράφων ὁ θεῖος ἀπόστολος καὶ ταῦτα τέθεικεν· " ̔Ομολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκη ρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ." ∆ῆλον τοίνυν, ὡς ἀόρατος μὲν ἡ θεία φύσις, ὁρατὴ δὲ ἡ σάρξ, καὶ διὰ τῆς ὁρατῆς ἡ ἀόρατος ὤφθη, δι' αὐτῆς ἐνεργήσασα τὰ θαύματα καὶ τὴν οἰκείαν ἀποκαλύψασα δύναμιν. Τῇ μὲν γὰρ χειρὶ τὴν ὀπτικὴν ἐδη μιούργησεν αἴσθησιν καὶ τὸν ἐκ γενετῆς τυφλὸν ἐθεράπευσε. Καὶ αὖ πάλιν τὴν ἀκουστικὴν ἐνέργειαν ἀπέδωκε τῷ κωφῷ, καὶ τὴν πεπεδη μένην ἔλυσε γλῶτταν, ἀντὶ μὲν ὀργάνου τοῖς δακτύλοις χρησάμενος, οἷον δέ τι φάρμακον ἀλεξίκακον τὸ πτύσμα προσενεγκών. Οὕτω πάλιν ἐπὶ θαλάττης βαδίσας τὸ τῆς θεότητος ὑπέφηνε παντοδύναμον. 74 Ἁρμοδίως τοίνυν ὁ θεῖος ἀπόστολος, "Ὃς ἐφανερώθη ἐν σαρκί," εἶπε. ∆ι' ἐκείνης γὰρ ἡ ἀθέατος ἐπεφάνη φύσις, δι' ἐκείνης αὐτὴν εἶδον καὶ τῶν ἀγγέλων οἱ δῆμοι· "Ὤφθη, γάρ φησιν, ἀγγέλοις." Μεθ' ἡμῶν οὖν ἄρα τῆς δωρεᾶς ταύτης καὶ τῶν ἀσωμάτων ἡ φύσις ἀπέλαυσεν. {ΕΡΑΝ.} Οὐκοῦν πρὸ τῆς τοῦ σωτῆρος ἐπιφανείας οὐχ ἑώρων οἱ ἄγγελοι τὸν θεόν; {ΟΡΘ.} Ὁ ἀπόστολος εἶπεν ὅτι φανερωθεὶς ἐν σαρκὶ ὤφθη ἀγγέ λοις. {ΕΡΑΝ.} Ἀλλ' ὁ κύριος εἶπεν, "Ὁρᾶτε, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων τῶν ἐλαχίστων. Ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν καθ' ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς." {ΟΡΘ.} Ἀλλ' ὁ κύριος πάλιν εἶπεν, "Οὐχ ὅτι τὸν πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακε τὸν πατέρα." ∆ιά τοι τοῦτο καὶ ὁ εὐαγγελιστὴς ἄντικρυς βοᾷ, "Θεὸν οὐδεὶς ἑώρακε πώποτε," καὶ βεβαιοῖ τοῦ κυρίου τὸν λόγον· "Ὁ μονογενής, γάρ φησιν, υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο." Καὶ Μωϋσῆς ὁ μέγας, ποθήσας ἰδεῖν τὴν ἀόρατον φύσιν, ἤκουσεν αὐτοῦ λέγοντος τοῦ δεσπότου θεοῦ, "Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται." {ΕΡΑΝ.} Πῶς οὖν νοήσομεν ὅτι "Οἱ ἄγγελοι αὐτῶν καθ' ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν;" {ΟΡΘ.} Ὡς νοεῖν εἰώθαμεν τὰ περὶ τῶν ἑωρακέναι τὸν θεὸν νομισ θέντων ἀνθρώπων. {ΕΡΑΝ.} Εἰπὲ σαφέστερον· οὐ νενόηκα γάρ. {ΟΡΘ.} Μὴ καὶ τοῖς ἀνθρώποις ὁρατὸς ὁ θεός; {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} Ἀλλ' ὅμως ἀκούομεν τῆς θείας λεγούσης γραφῆς, "Ὤφθη ὁ θεὸς τῷ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ," καὶ Ἡσαΐου λέγοντος, "Εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ