1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

52

τὸ σῶμα νῦν, εἰ μὴ μετὰ τοῦ προσλαβόντος; Οὐ γὰρ δὴ κατὰ τοὺς Μανιχαίων λήρους τῷ ἡλίῳ ἐναποτίθεται, ἵνα τιμηθῇ διὰ τῆς ἀτιμίας· ἢ εἰς τὸν ἀέρα ἐχέθη καὶ διελύθη, ὡς φωνῆς φύσις, καὶ ὀδμῆς ῥύσις, καὶ ἀστραπῆς δρόμος οὐχ ἱσταμένης. Ποῦ δὲ καὶ τὸ ψηλαφηθῆναι μετὰ τὴν ἀνάστασιν, ἐν ᾗ ὀφθήσεταί ποτε ὑπὸ τῶν ἐκκεντησάντων; θεότης δὲ καθ' ἑαυτὴν ἀόρατος. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ υἱοῦ λόγου βʹ. Ὡς μὲν γὰρ λόγος, οὔτε ὑπήκοος ἦν, οὔτ' ἀνήκοος· τῶν γὰρ ὑπὸ χεῖρα ταῦτα, καὶ τῶν δευτέρων· τὸ μὲν τῶν εὐγνωμονεστέρων, τὸ δὲ τῶν ἀξίων κρίσεως. Ὡς δὲ δούλου μορφή, συγκαταβαίνει τοῖς ὁμοδούλοις, καὶ μορφοῦται τὸ ἀλλότριον, ὅλον ἐν ἑαυτῷ φέρων ἐμὲ μετὰ τῶν ἐμῶν, ἵνα ἐν ἑαυτῷ δαπανήσῃ τὸ χεῖρον, ὡς κηρὸν πῦρ, ἢ ὡς ἀτμίδα γῆς ἥλιος. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὰ θεοφάνια. Ἐπειδὴ τοίνυν προῆλθεν ἐκ τῆς παρθένου μετὰ τῆς προσλήψεως ἐκ δύο τῶν ἑαυτοῖς ἐναντίων σαρκὸς καὶ πνεύματος. Ὧν τὸ μὲν αὐτῶν εἰς τὸν θεὸν προσειλῆφθαι, τὸ δὲ τὴν χάριν παρέσχηκε τῆς θεότητος. 168 Τοῦ αὐτοῦ μετ' ὀλίγα. Ἀπεστάλη μέν, ἀλλ' ὡς ἄνθρωπος. ∆ιπλῆ γὰρ ἦν ἡ φύσις αὐτοῦ, ἀμέλει τοι ἐντεῦθεν καὶ ἐκοπίασε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἠγω νίασε, καὶ ἐδάκρυσεν, ἀνθρωπίνου σώματος νόμῳ. Τοῦ αὐτοῦ ἐν τῷ βʹ λόγῳ τῷ περὶ υἱοῦ. Θεὸς δὲ λέγοιτο ἄν, οὐ τοῦ λόγου, τοῦ ὁρωμένου δέ. Πῶς γὰρ ἂν εἴη τοῦ κυρίως θεοῦ θεός; Ὥσπερ καὶ πατήρ, οὐ τοῦ ὁρωμένου, τοῦ λόγου δέ. Καὶ γὰρ ἦν διπλοῦς. Ὥστε τὸ μὲν κυρίως ἐπ' ἀμφοῖν, τὸ δὲ οὐ κυρίως, ἀλλ' ἐναντίως ἢ ἐφ' ἡμῶν ἕξει. Ἡμῶν γὰρ κυρίως μὲν θεός, οὐ κυρίως δὲ πατήρ. Καὶ τοῦτό ἐστιν ὃ ποιεῖ τοῖς αἱρετικοῖς τὴν πλάνην, ἡ τῶν ὀνομάτων ἐπίζευξις, ἐπαλλαττομένων τούτων διὰ τὴν σύγκρασιν. Σημεῖον δέ, ἡνίκα αἱ φύσεις διίστανται ταῖς ἐπινοίαις, συνδιαιρεῖται καὶ τὰ ὀνόματα. Παύλου λέγοντος ἄκουσον· "Ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης." Χριστοῦ μὲν θεός, τῆς δὲ δόξης πατήρ. Εἰ γὰρ καὶ τὸ συναμφότερον ἕν, ἀλλ' οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ. Τούτων τί ἂν γένοιτο γνωριμώτερον; Πέμπτον λεγέσθω, τὸ λαμβάνειν αὐτὸν ζωήν, ἢ κρίσιν, ἢ κληρονομίαν ἐθνῶν, ἢ ἐξουσίαν πάσης σαρκός, ἢ δόξαν, ἢ μαθητάς, ἢ ὅσα λέγεται. Καὶ ταῦτα τῆς ἀνθρωπότητος. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. "Εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς." Πρεσβεύει γὰρ ἔτι ὡς ἄνθρωπος καὶ νῦν ὑπὲρ τῆς ἐμῆς σωτηρίας. Ὅτι μετὰ τοῦ σώματός ἐστιν ὃ προσέλαβεν, ἕως ἂν ἐμὲ ποιήσῃ θεόν, τῇ δυνάμει τῆς ἐνανθρωπήσεως, κἂν μηκέτι κατὰ σάρκα γινώσκηται, τὰ σαρκικὰ λέγω πάθη, καὶ χωρὶς τῆς ἁμαρτίας τῆς ἡμετέρας. 169 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἦ πᾶσιν εὔδηλον, ὅτι γινώσκει μὲν ὡς θεός, ἀγνοεῖ δέ, φησίν, ὡς ἄνθρωπος, ἐάν τις τὸ φαινόμενον χωρίσῃ τοῦ νοουμένου. Τὸ γὰρ ἀπόλυτον εἶναι τὴν τοῦ υἱοῦ προσηγορίαν καὶ ἄσχετον, οὐ προσκει μένου τῷ υἱῷ τοῦ τινος, ταύτην δίδωσι τὴν ὑπόνοιαν. Ὥστε τὴν ἄγνοιαν ὑπολαμβάνειν ἐπὶ τὸ εὐσεβέστερον, τῷ ἀνθρωπίνῳ, μὴ τῷ θείῳ ταύτην λογιζόμενος. Τοῦ ἁγίου Γρηγορίου ἐπισκόπου Νύσσης. Ἐκ τοῦ κατηχητικοῦ λόγου. Καὶ τίς τοῦτό φησιν, ὅτι τῇ περιγραφῇ τῆς σαρκός, καθάπερ ἀγγείῳ τινί, τὸ ἄπειρον τῆς θεότητος περιελήφθη; Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ δὲ ἀνθρώπου ψυχὴ κατὰ τὴν τῆς φύσεως ἀνάγκην συγκεκραμένη τῷ σώματι πανταχοῦ κατ' ἐξουσίαν γίνεται, τίς ἀνάγκη τῇ φύσει τῆς σαρκὸς τὴν θεότητα λέγειν ἐμπεριείργεσθαι; Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τί κωλύει θείας φύσεως ἕνωσίν τινα καὶ προσεγγισμὸν γνωρίσαντας πρὸς τὸ ἀνθρώπινον, τὴν θεοπρεπῆ διάνοιαν καὶ ἐν τῷ προσεγγισμῷ διασώσασθαι, πάσης περιγραφῆς ἐκτὸς εἶναι τὸ θεῖον πιστεύοντας, κἂν ἐν ἀνθρώποις ᾖ; Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Εὐνομίου λόγου. Εἰ δὲ ὁ μὲν ἐκ τῆς Μαρίας ἀδελφοῖς διαλέγεται, ὁ δὲ μονογενὴς ἀδελφοὺς οὐκ ἔχει· πῶς γὰρ ἂν ἐν ἀδελφοῖς τὸ μονογενὲς διασώζοιτο; Καὶ ὁ εἰπών, "Πνεῦμα ὁ θεός," φησὶ πρὸς τοὺς μαθητὰς ὁ αὐτός,