1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

65

αὐτὸ 197 δεικνὺς δυνατόν. Οὕτω γάρ, φησίν, ἐστὶν ἀληθής, ὡς ἀδύνατον εἶναι ψεῦδος ἐν αὐτῷ γενέσθαι ποτέ. Τὸ δυνατὸν οὖν ἄρα τῆς ἀληθείας διὰ τοῦ ἀδυνάτου σημαίνεται. Τῷ δέ γε μακαρίῳ Τιμοθέῳ γράφων καὶ ταῦτα προστέθεικεν· "Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν, εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν, εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς, εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει, ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται." Πάλιν οὖν τό, "Οὐ δύναται," τῆς ἀπείρου δυνάμεως ὑπάρχει δηλωτικόν. Καὶ γὰρ ἂν πάντες ἄνθρω ποι αὐτὸν ἀρνηθῶσι, φησίν, αὐτὸς θεός ἐστι, καὶ τῆς οἰκείας οὐκ ἐξίσταται φύσεως. Ἀνώλεθρον γὰρ ἔχει τὸ εἶναι. Τοῦτο γὰρ δηλοῖ τό, "Ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται." Οὐκοῦν περιουσίαν ἐμφαίνει δυνάμεως τῆς ἐπὶ τὸ χεῖρον τροπῆς τὸ ἀδύνατον. {ΕΡΑΝ.} Ἀληθῆ ταῦτα καὶ τοῖς θείοις λογίοις συμβαίνοντα. {ΟΡΘ.} Εἰ τοίνυν πολλὰ τῷ θεῷ ἀδύνατα, καὶ τοσαῦτα ὁπόσα τῆς φύσεως ἐναντία τῆς θείας, τί δήποτε τὰ ἄλλα πάντα κατὰ φύσιν ἐῶντες, τὸ ἀγαθόν, τὸ δίκαιον, τὸ ἀληθές, τὸ ἀόρατον, τὸ ἀνέφικτον, τὸ ἀπερίγραφον, τὸ ἀΐδιον, καὶ τὰ ἄλλα ὅσα τῷ θεῷ προσεῖναί φαμεν, μόνας τὴν ἀθανασίαν καὶ τὴν ἀπάθειαν τρεπτὰς εἶναί φατε, καὶ τὸ δύνατον τῆς ἀλλοιώσεως ἐπ' αὐτῶν συγχωρεῖτε, καὶ δίδοτε τῷ θεῷ δύναμιν ἀσθενείας δηλωτικήν; {ΕΡΑΝ.} Τοῦτο παρὰ τῆς θείας γραφῆς ἐδιδάχθημεν. Καὶ γὰρ ὁ θεῖος Ἰωάννης βοᾷ· "Οὕτως ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὅτι τὸν υἱὸν αὑτοῦ τὸν μονογενῆ δέδωκε." Καὶ ὁ θεσπέσιος Παῦλος· "Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ." {ΟΡΘ.} Ἀληθῆ ταῦτα, θεῖα γάρ ἐστι λόγια. Ἀναμνήσθητι δὲ ὧν πολλάκις ὡμολογήσαμεν. {ΕΡΑΝ.} Ποίων λέγεις; {ΟΡΘ.} Ὅτι τὸν υἱὸν τοῦ θεοῦ τὸν θεὸν λόγον, οὐκ ἀσώματον ἐπι φανῆναι συνωμολογήσαμεν, ἀλλὰ φύσιν ἀνθρωπείαν τελείαν ἀνειλη φότα. {ΕΡΑΝ.} Συνωμολογήσαμεν ταῦτα. {ΟΡΘ.} Εἰ τοίνυν καὶ σῶμα καὶ ψυχὴν ἔλαβεν ἀνθρωπείαν, ταύτῃ τοι καὶ υἱὸς ἀνθρώπου προσηγορεύθη. 198 {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Οὐκοῦν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ θεὸς ἀληθῶς καὶ ἄνθρωπος ἀληθῶς· τῶνδε γὰρ τῶν φύσεων, τὴν μὲν εἶχεν ἀεί, τὴν δὲ ἔλαβεν ἀληθῶς. {ΕΡΑΝ.} Ἀναμφίλεκτα ταῦτα. {ΟΡΘ.} Τοιγάρτοι ὡς ἄνθρωπος τὸ πάθος ὑπέμεινεν· ὡς δὲ θεὸς κρείττων πάθους μεμένηκε. {ΕΡΑΝ.} Πῶς οὖν ἡ θεία γραφὴ τὸν υἱὸν τοῦ θεοῦ πεπονθέναι φησίν; {ΟΡΘ.} Ὅτι τὸ σῶμα τὸ πεπονθὸς αὐτοῦ ὂν ἐτύγχανε σῶμα. Σκεψώμεθα δὲ ὡδί. Ὅταν ἀκούσωμεν λεγούσης τῆς θείας γραφῆς, " ̓Εγένετο μετὰ τὸ γηρᾶσαι τὸν Ἰσαάκ, ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾶν," ὁ νοῦς ἡμῶν ποῦ φέρεται, καὶ τίνι ἐναπερείδεται; τῇ ψυχῇ τοῦ Ἰσαὰκ ἢ τῷ σώματι; {ΕΡΑΝ.} ∆ηλονότι τῷ σώματι. {ΟΡΘ.} Οὐκ οὖν τοπάζομεν καὶ τὴν ψυχὴν κεκοινωνηκέναι τοῦ τῆς τυφλότητος πάθους; {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} Ἀλλὰ μόνον τὸ σῶμα τῆς ὀπτικῆς αἰσθήσεως στερηθῆναί φαμεν. {ΕΡΑΝ.} Οὕτω φαμέν. {ΟΡΘ.} Καὶ αὖ πάλιν ὅταν ἀκούσωμεν τοῦ Ἀμασίου λέγοντος πρὸς τὸν προφήτην Ἀμώς· "Ὁ ὁρῶν, βάδιζε εἰς γῆν Ἰούδα," καὶ μέντοικαὶ τοῦ Σαοὺλ πυνθανομένου· "Ποῦ ὁ οἶκος τοῦ βλέποντος;" οὐδὲν σωματικὸν ὑποπτεύομεν. {ΕΡΑΝ.} Οὐμενοῦν. {ΟΡΘ.} Καίτοι τὰ ὀνόματα τῆς περὶ τὸ ὀπτικόν ἐστι μόριον ὑγείας δηλωτικά. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Ἀλλ' ἴσμεν ὅμως, ὅτι ταῖς καθαρωτέραις ψυχαῖς χορηγου μένη τοῦ πνεύματος ἡ ἐνέργεια τὴν προφητικὴν ἐνίησι χάριν, αὕτη δέ γε ὁρᾶν καὶ τὰ κεκρυμμένα ποιεῖ, τὸ δὲ ταῦτα ὁρᾶν ὁρῶντας αὐτοὺς καλεῖσθαι καὶ βλέποντας παρεσκεύασεν. {ΕΡΑΝ.} Ἀληθῆ λέγεις. 199 {ΟΡΘ.} Οὐκοῦν κἀκεῖνο ἐπισκεψώμεθα. {ΕΡΑΝ.} Τὸ ποῖον; {ΟΡΘ.} Ὅταν ἀκούσωμεν τῆς τῶν θείων εὐαγγελίων ἱστορίας διηγουμένης, ὅτι προσήνεγκαν τῷ κυρίῳ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον, τῆς ψυχῆς τὴν λύσιν τῶν μορίων εἶναι λέγομεν ἢ τοῦ σώματος; {ΕΡΑΝ.} ∆ηλονότι τοῦ σώματος. {ΟΡΘ.} Ὅταν δέ γε τὴν πρὸς Ἑβραίους ἐπιστολὴν