1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

54

ἡμετέρας ὁμοιώσεως, πρὸς ἣν κεκοινώνηκεν, εἰς θεότητος φύσιν μεταβαλλομένης, οὔτε τῆς θεότητος αὐτοῦ τρεπομένης εἰς τὴν ἡμετέραν ὁμοίωσιν. Μένει γὰρ ὃ ἦν ἀπ' ἀρχῆς θεός· μένει καὶ τὴν ἡμῶν ἐν ἑαυτῷ παρασκευάζων ὕπαρξιν. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς πραγματείας. Ἀλλὰ γὰρ οὐχ ἡσυχάζων πάλιν βλασφημεῖς, συκοφαντῶν τὸν υἱὸν 172 τοῦ θεοῦ, καὶ λέγων αὐτοῖς ῥήμασιν οὕτως· "Ὥσπερ ὁ υἱὸς καὶ ὁ πατὴρ ἕν εἰσιν, οὕτω καὶ ἣν εἴληφεν ὁ υἱὸς ψυχὴν καὶ αὐτὸς ἕν εἰσιν·" ἀγνοῶν ὅτι ὁ μὲν υἱὸς καὶ ὁ πατὴρ ἕν εἰσι διὰ τὴν μίαν οὐσίαν καὶ τὴν αὐτὴν θεότητα· ἡ δὲ ψυχὴ καὶ ὁ υἱὸς ἑτέρα πρὸς ἑτέραν ἐστὶν οὐσία τε καὶ φύσις. Εἰ γὰρ ὥσπερ ὁ πατὴρ καὶ ὁ υἱὸς ἕν εἰσιν, οὕτω καὶ ἡ ψυχὴ τοῦ υἱοῦ καὶ ὁ υἱὸς ἕν εἰσιν, ἔσται καὶ ὁ πατὴρ καὶ ἡ ψυχὴ ἕν, καὶ λέξει ποτὲ καὶ ἡ ψυχὴ τοῦ υἱοῦ· "Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα." Ἀλλ' οὐκ ἔστι τοῦτο, μὴ γένοιτο. Ὁ γὰρ υἱὸς καὶ ὁ πατὴρ ἕν, ἐπειδὴ μὴ διάφοροι θεότητες· ἡ δὲ ψυχὴ καὶ ὁ υἱὸς καὶ τῇ φύσει καὶ τῇ οὐσίᾳ ἕτερον, ἐπειδὴ καὶ αὐτὴ δι' αὐτοῦ γέγονεν ὁμοούσιος ἡμῖν ὑπάρχουσα. Εἰ γὰρ ᾧ τρόπῳ ὁ πατὴρ καὶ ὁ υἱὸς ἕν εἰσιν, τούτῳ τῷ τρόπῳ καὶ ἡ ψυχὴ καὶ ὁ υἱὸς ἕν εἰσι, κατὰ τὸν Ὠριγένους λόγον, ἔσται καὶ ἡ ψυχὴ ὡς ὁ υἱός, "Ἀπαύγασμα τῆς δόξης τοῦ θεοῦ, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ." Ἀλλὰ μὴν ἀδύνατον τοῦτο· ἀδύνατον ἄρα καὶ τὸν υἱὸν καὶ τὴν ψυχὴν αὐτοῦ ἓν εἶναι, καθάπερ αὐτὸς καὶ ὁ πατὴρ ἕν εἰσι. Καὶ τί ποιήσει πάλιν ἑαυτῷ περιπίπτων; Γράφει γὰρ οὕτως· Οὐ δήπου γὰρ ἡ τεταραγμένη καὶ περίλυπος οὖσα ψυχὴ ὁ μονο γενὴς καὶ πρωτότοκος πάσης κτίσεως ἐτύγχανεν οὖσα. Ὁ γὰρ θεὸς λόγος, ὡς κρείττων τῆς ψυχῆς τυγχάνων, αὐτὸς ὁ υἱός φησιν, "Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν." Εἰ τοίνυν κρείττων ἐστὶν ὁ υἱὸς τῆς ἑαυτοῦ ψυχῆς, ὥσπερ οὖν καὶ κρείττων ὁμολογεῖται, πῶς ἡ ψυχὴ τούτου ἴσα θεῷ καὶ ἐν μορφῇ θεοῦ; Αὐτὴν γὰρ εἶναι φάμενος τὴν κενώσασαν ἑαυτὴν καὶ μορφὴν δούλου λαβοῦσαν, ταῖς ὑπερβολαῖς τῶν ἀσεβειῶν ἐπισημότερος τῶν ἄλλων αἱρετικῶν ἐγένετο, ὡς ἐπεσημηνάμεθα. Εἰ γὰρ ἐν μορφῇ θεοῦ ὑπάρχει ὁ λόγος, καὶ ἴσα θεῷ ἐστιν, ἐν μορφῇ δὲ θεοῦ ὑπάρχειν καὶ ἴσα θεῷ τὴν ψυχὴν τοῦ σωτῆρος οἴεται, τολμήσας οὕτω γράψαι, πῶς τὸ ἴσον κρεῖττόν ἐστι; Τὰ γὰρ ὑπερβεβηκότα τὴν φύσιν τῶν ὑπὲρ αὐτὰ τὸ κρεῖττον μαρτυρεῖ. 173 Τοῦ ἁγίου Ἰωάννου ἐπισκόπου Κωνσταντινουπόλεως. Ἀπὸ λόγου ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ῥηθέντος. Καὶ ὁ μὲν δεσπότης σου εἰς οὐρανὸν ἀνήγαγεν ἄνθρωπον, σὺ δὲ οὔτε ἀγορᾶς αὐτῷ μεταδίδως. Καὶ τί λέγω εἰς οὐρανόν; εἰς θρόνον ἐκάθισε βασιλικόν, σὺ δὲ καὶ τῆς πόλεως ἐξελαύνεις. Τοῦ αὐτοῦ εἰς τὴν ἀρχὴν τοῦ μαʹ ψαλμοῦ. Οὐ παύεται Παῦλος μέχρι τῆς σήμερον λέγων, "Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι' ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ θεῷ." Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ ἀπὸ τῆς φύσεως τῆς σῆς λαβὼν ἀπαρχήν, ἐκάθισεν "ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι." Τί ταύτης ἴσον γενοιτ' ἂν τῆς τιμῆς; Ἡ ἀπαρχὴ τοῦ γένους ἡμῶν, τοῦ τοσαῦτα προσ κεκρουκότος, τοῦ ἠτιμωμένου, ἐν ὕψει τοσούτῳ κάθηται, καὶ τοσαύτης ἀπολαύει τιμῆς. Τοῦ αὐτοῦ περὶ τῆς γλωσσῶν διαιρέσεως. Ἐννόησον γὰρ οἷόν ἐστιν ἰδεῖν τὴν ἡμετέραν φύσιν ἐπὶ τῶν Χερουβὶμ ὀχουμένην, καὶ πᾶσαν αὐτῇ τὴν ἀγγελικὴν περικεχυμένην δύναμιν. Σκόπει δέ μοι καὶ Παύλου σοφίαν, πόσα ὀνόματα ἐπιζητεῖ, ὥστε παραστῆσαι τοῦ θεοῦ τὴν φιλανθρωπίαν. Οὐ γὰρ εἶπεν ἁπλῶς τὴν χάριν, οὐδὲ τὸν πλοῦτον ἁπλῶς, ἀλλά, "Τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος ἐν χρηστότητι." Τοῦ αὐτοῦ ἀπὸ δογματικοῦ λόγου, ὅτι τὰ ταπεινῶς εἰρημένα καὶ γεγενημένα παρὰ τοῦ Χριστοῦ, οὐ δι' ἀσθένειαν δυνάμεως, ἀλλὰ δι' οἰκονομίας διαφόρους. Καὶ μετὰ τὴν ἀνάστασιν τὸν μαθητὴν ἰδὼν ἀπιστοῦντα, οὐ παρῃτή σατο αὐτῷ καὶ τραύματα καὶ τύπον ἥλων ἐπιδεῖξαι, καὶ χειρὸς ἁφῇ τὰς ὠτειλὰς