1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

66

ἀναγινώσκοντες εὕρωμεν ἐκεῖνο τὸ χωρίον, ἔνθα φησὶν ὁ ἀπόστολος· "Ὥστε τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον," περὶ τῶν τοῦ σώματος μορίων ἐροῦμεν ταῦτα φάναι τὸν θεῖον ἀπόστολον; {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} Τὴν δὲ τῆς ψυχῆς χαυνότητα καὶ δειλίαν ἐξαίρειν αὐτὸν φήσομεν, καὶ εἰς ἀνδρείαν παραθήγειν τοὺς μαθητάς; {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Ἀλλ' οὐχ εὑρίσκομεν ταῦτα παρὰ τῇ θείᾳ διῃρημένα γραφῇ. Οὔτε γὰρ τὴν τοῦ Ἰσαὰκ διηγησαμένη τυφλότητα σώματος ἐμνημόνευσεν, ἀλλ' ἁπλῶς τὸν Ἰσαὰκ ἔφη τυφλόν· οὔτε βλέποντας καὶ ὁρῶντας ὀνομάσασα τοὺς προφήτας τὰς τούτων ἔφη ψυχὰς ὁρᾶν τὰ κεκρυμμένα καὶ βλέπειν, ἀλλ' αὐτῶν ἐμνημόνευσε τῶν προσώπων. {ΕΡΑΝ.} Οὕτω τοῦτ' ἔχει. {ΟΡΘ.} Οὔτε μὴν τοῦ παραλυτικοῦ τὸ σῶμα ἔδειξε λελυμένον, ἀλλὰ τὸν ἄνθρωπον ὠνόμασε παραλυτικόν. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Οὐδέ γε ὁ θεῖος ἀπόστολος ὀνομαστὶ τῶν ψυχῶν ἐμνημό νευσεν, ἐπιρρῶσαι ταύτας καὶ διεγεῖραι θελήσας. {ΕΡΑΝ.} Οὐ γάρ. {ΟΡΘ.} Ἡμεῖς δὲ τὸν νοῦν τῶν λόγων διερευνώμενοι ἐπιγινώσκομεν τίνα μὲν ψυχῆς, τίνα δὲ σώματος ἴδια. {ΕΡΑΝ.} Εἰκότα γε ποιοῦντες· λογικοὺς γὰρ ἡμᾶς ἐποίησεν ὁ θεός. {ΟΡΘ.} Τῷδε τοίνυν τῷ λογικῷ καὶ ἐπὶ τοῦ πεποιηκότος ἡμᾶς καὶ σεσωκότος χρησώμεθα, καὶ ἐπιγνῶμεν, τίνα μὲν αὐτοῦ τῇ θεότητι, τίνα δὲ προσήκει τῇ ἀνθρωπότητι. 200 {ΕΡΑΝ.} Ἀλλ' αὐτὸ τοῦτο δρῶντες τὴν ἄκραν ἐκείνην διαλύσομεν ἕνωσιν. {ΟΡΘ.} Καὶ μὴν ἐπί γε τοῦ Ἰσαὰκ καὶ τῶν προφητῶν καὶ τοῦ παραλύτου καὶ τῶν ἄλλων τοῦτο δράσαντες τὴν φυσικὴν τῆς ψυχῆς καὶ τοῦ σώματος οὐκ ἐλύσαμεν ἕνωσιν, οὐδέ γε ἀπὸ τῶν οἰκείων σωμάτων τὰς ψυχὰς ἐχωρίσαμεν, ἀλλὰ τῷ λόγῳ μόνῳ διέγνωμεν, τί μὲν ἴδιον ψυχῆς, τί δὲ σώματος. Πῶς οὖν οὐ σχέτλιον ἐπὶ ψυχῶν τοῦτό γε καὶ σωμάτων οὕτω ποιοῦντας, ἐπὶ τοῦ σωτῆρος ἡμῶν τοῦτο παραιτεῖσθαι ποιεῖν, ἀλλὰ συγχεῖν τὰς φύσεις, εἰ καὶ τὸ διάφορον, οὐχ ὅσον ἔχει ψυχὴ πρὸς σῶμα, ἔχουσι πρὸς ἀλλήλας, ἀλλὰ τοσοῦτον, ὅσον τὸ πρόσφατον τοῦ ἀϊδίου διέστηκε, καὶ τὸ ποιηθὲν τοῦ ποιήσαν τος; {ΕΡΑΝ.} Ἡ θεία γραφὴ τὸν υἱὸν τοῦ θεοῦ τὸ πάθος ὑπομεμενηκέναι φησί. {ΟΡΘ.} Οὐδὲ ἡμεῖς ἄλλον τινὰ πεπονθέναι φαμέν· ἴσμεν δὲ ὅμως παρὰ τῆς θείας διδαχθέντες γραφῆς, ὡς ἀπαθὴς ἡ τῆς θεότητος φύσις. Ἀπάθειαν τοίνυν καὶ πάθος ἀκούοντες καὶ ἀνθρωπότητος καὶ θεότητος ἕνωσιν, τοῦ παθητοῦ σώματος τὸ πάθος εἶναί φαμεν, τὴν ἀπαθῆ δὲ φύσιν ἐλευθέραν μεμενηκέναι τοῦ πάθους ὁμολογοῦμεν. {ΕΡΑΝ.} Σῶμα τοίνυν ἡμῖν τὴν σωτηρίαν προὐξένησεν. {ΟΡΘ.} Οὐκ ἀνθρώπου σῶμα ψιλοῦ, ἀλλὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. Εἰ δὲ τοῦτό σοι νομίζεται μικρόν τε καὶ εὐτελές, πῶς τὸν τούτου γε τύπον σεπτὸν ἡγῇ καὶ σωτήριον; Εἰ δὲ ὁ τύπος προσκυνητὸς καὶ σεβάσμιος, πῶς αὐτὸ τὸ ἀρχέτυπον εὐκαταφρόνητον καὶ σμικρόν; {ΕΡΑΝ.} Οὐκ εὐτελὲς ἡγοῦμαι τὸ σῶμα, ἀλλὰ διαιρεῖν ἀπὸ τῆς θεότητος οὐκ ἀνέχομαι. {ΟΡΘ.} Οὐδὲ ἡμεῖς, ὦ ἀγαθέ, διαιροῦμεν τὴν ἕνωσιν, ἀλλὰ θεωροῦ μεν τὰ τῶν φύσεων ἴδια. Καὶ σὺ δὲ δήπουθεν συνομολογήσεις αὐτίκα. {ΕΡΑΝ.} Προφητικῶς ταῦτα προσαγορεύεις. {ΟΡΘ.} Οὐ προφητικῶς, ἀλλ' εἰδὼς τῆς ἀληθείας τὴν δύναμιν. Ἀλλά μοι ἀπόκριναι καὶ τοῦτο προσερωτῶντι· ὅταν ἀκούσῃς τοῦ κυρίου λέγοντος, "Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν," καί, "Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν πατέρα," τῆς σαρκὸς ταῦτα λέγεις ἢ τῆς θεότητος ἴδια; 201 {ΕΡΑΝ.} Καὶ πῶς οἷόν τε κατ' οὐσίαν ἓν εἶναι τὴν σάρκα καὶ τὸν πατέρα; {ΟΡΘ.} Τοιγαροῦν τῆς θεότητος ταῦτα δηλωτικά. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Καὶ τό, "Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ θεὸς ἦν ὁ λόγος," καὶ τὰ τούτοις ὅμοια; {ΕΡΑΝ.} Ὡμολόγηται. {ΟΡΘ.} Ὅταν δὲ πάλιν ἡ θεία λέγῃ γραφή, "Ἰησοῦς δὲ κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκάθητο οὕτως ἐπὶ τῆς πηγῆς," τίνος ὑποληπτέον τὸν κόπον; τῆς θεότητος ἢ τοῦ σώματος; {ΕΡΑΝ.} Οὐκ