1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

53

"Ψηλαφήσατέ με," ἵνα δείξῃ ὅτι ψηλαφητὴ μόνη ἡ ἀνθρωπίνη φύσις, ἀναφὲς δὲ τὸ θεῖον. Καὶ ὁ εἰπών, "Πορεύομαι," τοπικὴν διασημαίνει μετάστασιν· ὁ δὲ τὰ πάντα ἐμπεριειληφώς, ἐν ᾧ, καθώς φησιν ὁ ἀπόστολος, ἐκτίσθη πάντα, καὶ ἐν αὐτῷ τὰ πάντα συνέστηκεν, οὐδὲν ἐν τοῖς οὖσιν ἔξω αὑτοῦ ἔχει, ὃ κατά τινα κίνησιν ἢ μεταχώρησιν γίνεται.

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. "Τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθείς." Τίς οὖν ὑψώθη; ὁ ταπεινὸς ἢ ὁ ὕψιστος; τί δὲ τὸ ταπεινόν, εἰ μὴ τὸ ἀνθρώπινον; Τί δὲ ἄλλο παρὰ τὸ θεῖόν ἐστιν ὁ ὕψιστος; Ἀλλὰ μὴν ὁ θεὸς ὑψωθῆναι οὐ δεῖται, ὕψιστος ὤν· τὸ ἀνθρώπινον ἄρα ὁ ἀπόστολος ὑψωθῆναι λέγει. Ὑψωθῆναι δὲ διὰ τοῦ κύριος καὶ Χριστὸς γενέσθαι. Οὐκοῦν οὐ τὴν προαιώνιον ὕπαρξιν τοῦ κυρίου διὰ τοῦ ἐποίησε ῥήματος παρίστησιν ὁ ἀπόστολος, ἀλλὰ τὴν τοῦ ταπεινοῦ πρὸς τὸ ὑψηλὸν μεταποίησιν, τὴν ἐκ δεξιῶν τοῦ θεοῦ γεγενημένην. Σαφηνίζεται γὰρ διὰ τούτου τοῦ ῥήματος τὸ τῆς εὐσεβείας μυστήριον. Ὁ γὰρ εἰπών, "Τῇ δεξιᾷ τοῦ θεοῦ ὑψω θείς," φανερῶς ἐκκαλύπτει τὴν ἀπόρρητον τοῦ μυστηρίου οἰκονομίαν, ὅτι ἡ δεξιὰ τοῦ θεοῦ, ἡ ποιητικὴ τῶν ὄντων πάντων, ἥτις ἐστὶν ὁ κύριος, δι' οὗ τὰ πάντα ἐγένετο, καὶ οὗ χωρὶς ὑπέστη τῶν γεγονότων οὐδέν, αὕτη τὸν ἑνωθέντα πρὸς αὐτὴν ἄνθρωπον εἰς τὸ ἴδιον ἀνήγαγεν ὕψος διὰ τῆς ἑνώσεως. Τοῦ ἁγίου Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου. Ἐκ τοῦ λόγου τοῦ εἰς τό, "Ὁ πατήρ μου μείζων μού ἐστιν." ∆ιάκρινον λοιπὸν τὰς φύσεις, τήν τε τοῦ θεοῦ, τήν τε τοῦ ἀνθρώπου. Οὔτε γὰρ κατὰ ἔκπτωσιν ἐκ θεοῦ γέγονεν ἄνθρωπος, οὔτε κατὰ προ κοπὴν ἐξ ἀνθρώπου θεός. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τό, "Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν." Μετὰ γὰρ τὴν ἀνάστασιν ὁ κύριος τὰ συναμφότερα δείκνυσι, καὶ ὅτι οὐ τοιοῦτον τὸ σῶμα, καὶ ὅτι τοῦτο τὸ ἀνιστάμενον. Ἀναμνήσθητι τῆς ἱστορίας. Ἦσαν οἱ μαθηταὶ συνειλεγμένοι μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν, καὶ τῶν θυρῶν κεκλεισμένων ἔστη μέσος αὐτῶν ὁ κύριος. Οὐδέποτε τοῦτο πρὸ τοῦ πάθους ἐποίησε. Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Χριστὸς καὶ πάλαι τοῦτο ποιῆσαι; πάντα γὰρ τῷ θεῷ δυνατά. Ἀλλ' 171 οὐκ ἐποίησε πρὸ τοῦ πάθους, ἵνα μὴ νομίσῃς φαντασίαν τὴν οἰκονο μίαν, ἢ δόκησιν, μηδὲ πνευματικὴν οἰηθῇς τοῦ Χριστοῦ τὴν σάρκα, μηδὲ ἐξ οὐρανῶν κατελθοῦσαν, μηδὲ ἑτεροούσιον τῇ ἡμετέρᾳ σαρκί. Ταῦτα γὰρ πάντα τινὲς φαντασθέντες, καὶ σεμνύνειν νομίζοντες διὰ τούτων τὸν κύριον, λελήθασι σφᾶς αὐτοὺς διὰ τῆς εὐχαριστίας βλασφη μοῦντες, καὶ ψεῦδος κατηγοροῦντες τῆς ἀληθείας, πρὸς τὸ καὶ παντά πασιν ἄλογον τὸ ψεῦδος τυγχάνειν. Εἰ γὰρ ἕτερον ἀνέλαβε σῶμα, τί πρὸς τὸ ἐμὸν τὸ τῆς σωτηρίας δεόμενον; Εἰ ἐξ οὐρανῶν κατήγαγε σάρκα, τί πρὸς τὴν ἐμὴν σάρκα τὴν ἐκ τῆς γῆς εἰλημμένην; Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. ∆ιὰ ταῦτα μὲν οὖν, οὐ πρὸ τοῦ πάθους, ἀλλὰ μετὰ τὸ πάθος, τῶν θυρῶν κεκλεισμένων ἔστη τῶν μαθητῶν μέσος ὁ κύριος, ἵνα γνῷς, ὅτι καὶ σοῦ τὸ ψυχικὸν σῶμα σπαρὲν ἐγείρεται σῶμα πνευματικόν. Ἵνα δὲ μὴ πάλιν ἄλλο νομίσῃς εἶναι τὸ ἀνιστάμενον, τοῦ Θωμᾶ πρὸς τὴν ἀνάστασιν ἀπιστήσαντος, δείκνυσιν αὐτῷ τοὺς τύπους τῶν ἥλων, δείκνυσιν αὐτῷ τῶν τραυμάτων τὰ ἴχνη. Ἆρ' οὐκ ἴσχυεν ἑαυτὸν ἰάσασθαι, καὶ ταῦτα μετὰ τὴν ἀνάστασιν, ὁ πάντας καὶ πρὸ τῆς ἀναστάσεως ἰασάμενος; Ἀλλὰ δι' ὧν μὲν τοὺς τύπους τῶν ἥλων δείκνυσι, παραδίδωσιν ὅτι τοῦτο· δι' ὧν δὲ κεκλεισμένων τῶν θυρῶν εἴσεισι, δείκνυσιν ὅτι οὐ τοιοῦτο. Τοῦτο μέν, ἵνα πληρώσῃ τὸν τρόπον τῆς οἰκονομίας, ἐγείρας τὸ νενεκρωμένον, οὐ τοιοῦτον δέ, ἵνα μὴ πάλιν ὑποπέσῃ φθορᾷ, μηδὲ πάλιν ὑποστῇ θάνατον. Τοῦ μακαρίου Θεοφίλου ἐπισκόπου Ἀλεξανδρείας. Ἐκ τῶν κατὰ Ὠριγένους. Οὔτε τῆς