1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

26

θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν." Καὶ μέντοι καὶ ἐν τοῖς εὐαγγελίοις ὁ κύριος τοῖς ἁγίοις εἴρηκε μαθηταῖς· "Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἀπολέσαι δυνάμενον ἐν γεέννῃ." Καὶ ὁ θειό τατος Μωϋσῆς, τὸν ἀριθμὸν τεθεικὼς τῶν κατεληλυθότων εἰς Αἴγυπτον καὶ εἰρηκὼς μεθ' ὅσων ἕκαστος εἰσελήλυθε φύλαρχος, ἐπήγαγε· "Πᾶσαι αἱ ψυχαὶ αἱ εἰσελθοῦσαι εἰς Αἴγυπτον ἑβδομήκοντα πέντε," μίαν ἑκάστου τῶν εἰσεληλυθότων ἀριθμήσας ψυχήν. Καὶ ὁ θεῖος ἀπόστολος ἐν Τρωάδι, πάντων ὑπειληφότων τεθνάναι τὸν Εὔτυχον, ἔφη· "Μὴ θορυβεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστι." {ΕΡΑΝ.} ∆έδεικται σαφῶς ὡς μίαν ἕκαστος ἄνθρωπος ἔχει ψυχήν. {ΟΡΘ.} Ἀλλ' Ἀπολινάριος δύο λέγει, καὶ τὴν μὲν ἄλογον ἀνειληφέναι τὸν θεὸν λόγον, ἀντὶ δὲ τῆς λογικῆς αὐτὸν ἐν σαρκὶ γεγενῆσθαι. Τούτου χάριν ἠρόμην, ποίαν φὴς μετὰ τοῦ σώματος ἀνειλῆφθαι ψυχήν. {ΕΡΑΝ.} Τὴν λογικὴν ἔγωγέ φημι· τῇ γραφῇ γὰρ ἕπομαι τῇ θείᾳ. {ΟΡΘ.} Τελείαν τοίνυν ἀναληφθῆναί φαμεν ὑπὸ τοῦ θεοῦ λόγου τὴν τοῦ δούλου μορφήν; {ΕΡΑΝ.} Τελείαν. {ΟΡΘ.} Καὶ μάλα εἰκότως. Ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος ὅλος ὑπὸ τὴν ἁμαρτίαν ἐγένετο, καὶ τοὺς τῆς θείας εἰκόνος ἀπώλεσε χαρακτῆρας, ἠκολούθησε δὲ τῷ γενεάρχῃ τὸ γένος· ἀναγκαίως ὁ δημιουργὸς καινουργῆσαι τὴν ἀμαυρωθεῖσαν εἰκόνα θελήσας, ὅλην τὴν φύσιν ἀναλαβὼν πολλῷ τῶν προτέρων ἀμείνους ἐνετύπωσε χαρακτῆρας. {ΕΡΑΝ.} Ταῦτα μὲν ἀληθῆ. Ἀξιῶ δὲ πρῶτον ἡμῖν εὐκρινεῖς γενέσ θαι τῶν ὀνομάτων τὰς σημασίας, ἵν' ἡ διάλεξις ἀκωλύτως προβαίνῃ, καὶ μηδὲν τῶν ἀμφιβαλλομένων μεταξὺ ζητούμενον διακόπτῃ τὸν λόγον. {ΟΡΘ.} Ἄριστα εἴρηκας· ἔρου τοίνυν περὶ οὗ ἂν ἐθέλῃς. {ΕΡΑΝ.} Ἰησοῦν τὸν Χριστὸν τί χρὴ καλεῖν; ἄνθρωπον ἢ θεόν; 114 {ΟΡΘ.} Οὐδέτερον δίχα θατέρου, ἀλλ' ἑκάτερον. Ὁ γὰρ θεὸς λόγος ἐνανθρωπήσας Ἰησοῦς Χριστὸς ὠνομάσθη. "Καλέσεις, γάρ φησι, τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὑτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ." Καί, "Σήμερον τίκτεται ὑμῖν Χριστὸς κύριος ἐν πόλει ∆αβίδ." Ἀγγέλων δὲ αὗται φωναί. Πρὸ δὲ τῆς ἐνανθρωπήσεως θεὸς καὶ θεοῦ υἱὸς καὶ μονογενὴς καὶ κύριος καὶ θεὸς λόγος καὶ ποιητὴς ὠνομάζετο. "Ἐν ἀρχῇ, γάρ, ἦν, φησίν, ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος·" καί, "Πάντα δι' αὐτοῦ ἐγένετο·" καί, "Ζωὴ ἦν·" καί, "Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον·" καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια καὶ τῆς φύσεως τῆς θείας δηλωτικά. Μετὰ δέ γε τὴν ἐνανθρώπησιν Ἰησοῦς καὶ Χριστὸς ὁ αὐτὸς ὠνομάσθη. {ΕΡΑΝ.} Οὐκοῦν θεὸς μόνον Ἰησοῦς ὁ κύριος. {ΟΡΘ.} Ἐνανθρωπήσαντα θεὸν λόγον ἀκούεις, καὶ θεὸν μόνον ἀπο καλεῖς; {ΕΡΑΝ.} Ἐπειδὴ μὴ τραπεὶς ἐνηνθρώπησεν, ἀλλὰ μεμένηκεν ὅπερ ἦν, χρὴ καλεῖν αὐτὸν ὅπερ ἦν. {ΟΡΘ.} Ἄτρεπτος μὲν ὁ θεὸς λόγος καὶ ἦν καὶ ἔστι καὶ ἔσται· ἀνθρωπείαν δὲ φύσιν λαβὼν ἐνηνθρώπησε. Προσήκει τοίνυν ἡμᾶς ἑκατέραν φύσιν ὁμολογεῖν καὶ τὴν λαβοῦσαν καὶ τὴν ληφθεῖσαν. {ΕΡΑΝ.} Ἀπὸ τῆς κρείττονος ὀνομάζειν χρή. {ΟΡΘ.} Ὁ ἄνθρωπος ἐκεῖνος, τὸ ζῷον λέγω, ἁπλοῦς ἐστιν ἢ σύν θετος; {ΕΡΑΝ.} Σύνθετος. {ΟΡΘ.} Ἐκ τίνων συγκείμενος; {ΕΡΑΝ.} Ἐκ ψυχῆς καὶ σώματος. {ΟΡΘ.} Τῶν δὲ φύσεων τούτων ποτέρα κρείττων; {ΕΡΑΝ.} ∆ῆλον ὡς ἡ ψυχή· λογική τε γάρ ἐστι καὶ ἀθάνατος καὶ τοῦ ζῴου τὴν ἡγεμονίαν πεπίστευται. Τὸ δὲ σῶμα θνητόν ἐστι καὶ ἐπίκηρον καὶ τῆς ψυχῆς χωριζόμενον ἄλογόν ἐστι καὶ νεκρόν. {ΟΡΘ.} Ἔδει τοιγαροῦν τὴν θείαν γραφὴν ἐκ τῆς ἀμείνονος φύσεως ὀνομάζειν τὸ ζῷον. 115 {ΕΡΑΝ.} Οὕτως ὀνομάζει. Τοὺς γὰρ εἰσεληλυθότας εἰς Αἴγυπτον ψυχὰς προσηγόρευσεν. Ἐν ἑβδομήκοντα γὰρ καὶ πέντε, φησί, ψυχαῖς κατέβη Ἰσραὴλ εἰς Αἴγυπτον. {ΟΡΘ.} Ἀπὸ δὲ