1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

33

πάθος καὶ τὴν ἀνάστασιν ἔγραψε Τιμοθέῳ τὴν ἐπιστολὴν ὁ θεῖος ἀπόστολος, ἐν ᾗ τὸν σωτῆρα Χριστὸν προση γόρευσεν ἄνθρωπον. Μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν ἐν Ἀθήναις δημηγορῶν ἄνδρα κέκληκε. Μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν Κορινθίοις γράφων βοᾷ· "Ἐπειδὴ γὰρ δι' ἀνθρώπου θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις τῶν νεκρῶν." Καὶ διδάσκων σαφέστερον περὶ τίνος λέγει, ἐπήγαγεν· "Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται." Μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν ὁ θεῖος Πέτρος Ἰουδαίοις διαλεγόμενος ἄνδρα αὐτὸν προσηγόρευσε. Μετὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν ὁ καλλίνικος Στέφανος καταλευόμενος ἔφη τοῖς Ἰουδαίοις· "Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ." Μὴ τοίνυν ἡμᾶς αὐτοὺς σοφωτέρους νομίσωμεν τῶν μεγάλων κηρύκων τῆς ἀληθείας. {ΕΡΑΝ.} Οὐ σοφώτερον ἐμαυτὸν τῶν ἁγίων διδασκάλων ὑπείληφα, ἀλλ' οὐχ εὑρίσκω τὴν τοῦ ὀνόματος χρείαν. {ΟΡΘ.} Τοὺς οὖν ἀρνουμένους τοῦ κυρίου τὴν ἀνθρωπότητα, Μαρκιωνιστάς φημι, καὶ Μανιχαίους, καὶ τοὺς ἄλλους, ὅσοι ταύτην νοσοῦσι τὴν νόσον, πῶς ἂν πείσαις ὁμολογῆσαι τῆς ἀληθείας τὸ κήρυγμα; οὐ ταύτας καὶ τὰς τοιαύτας μαρτυρίας προσφέρων, καὶ διδάσκων ὡς οὐ μόνον θεός, ἀλλὰ καὶ ἄνθρωπος ὁ δεσπότης Χριστός; {ΕΡΑΝ.} Ἴσως τούτοις ἀνάγκη ταῦτα προσφέρειν. {ΟΡΘ.} Τοὺς δέ γε πιστοὺς τί δήποτε μὴ διδάσκεις τοῦ δόγματος 129 τὴν ἀλήθειαν; ἢ ἐπιλέλησαι τῆς ἀποστολικῆς νομοθεσίας, ἕτοιμον εἶναι πρὸς ἀπολογίαν παρεγγυώσης; Σκοπήσωμεν δὲ οὕτως. Ὁ ἄριστος στρατηγὸς μόνοις τοῖς πολεμίοις συμπλέκεται καὶ τοξεύει καὶ ἀκοντίζει καὶ φάλαγγα ῥήγνυσιν, ἢ καὶ τοὺς στρατιώτας καθοπλίζει καὶ τάττει καὶ εἰς ἀνδρείαν τὰ τούτων παραθήγει φρονήματα; {ΕΡΑΝ.} Τοῦτο μᾶλλον ποιητέον αὐτῷ. {ΟΡΘ.} Οὐ γὰρ ἴδιον στρατηγοῦ, τὸ αὐτὸν μὲν προκινδυνεύειν καὶ παρατάττεσθαι, τοὺς δὲ στρατιώτας ἐπ' ἄμφω καθεύδειν ἐᾶν, ἀλλὰ καὶ τούτους διεγείρειν εἰς τὴν παράταξιν. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Τοῦτο καὶ ὁ θεῖος ποιεῖ Παῦλος. Τοῖς γὰρ πεπιστευκόσιν ἐπιστέλλων ἔλεγεν· "Ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνη θῆτε ἀντιστῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου." Καὶ πάλιν· "Στῆτε οὖν περιζωσάμενοι τὰς ὀσφύας ὑμῶν ἐν ἀληθείᾳ," καὶ τὰ ἑξῆς. Ἀναμνήσθητι δὲ ἃ καὶ ἔμπροσθεν εἰρήκαμεν, ὅτι καὶ ὁ ἰατρὸς προστίθησι τὴν ἐλλείπουσαν τῇ φύσει ποιότητα. Εἰ γὰρ εὕροι πλεονά ζουσαν τὴν ψυχράν, προστίθησι τὴν θερμήν, καὶ ὡσαύτως τὰς ἄλλας· τοῦτο καὶ ὁ κύριος ἐποίησεν. {ΕΡΑΝ.} Καὶ ποῦ τοῦτο δείξεις πεποιηκότα τὸν κύριον; {ΟΡΘ.} Ἐν τοῖς θείοις εὐαγγελίοις. {ΕΡΑΝ.} ∆εῖξον οὖν, καὶ πλήρωσον τὴν ὑπόσχεσιν. {ΟΡΘ.} Τί τὸν σωτῆρα Χριστὸν ἐνόμιζον οἱ Ἰουδαῖοι; {ΕΡΑΝ.} Ἄνθρωπον. {ΟΡΘ.} Ὅτι δὲ καὶ θεὸς ἦν, παντάπασιν ἠγνόουν; {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Τοιγάρτοι τοῦτο μαθεῖν τοὺς ἀγνοοῦντας ἐχρῆν; {ΕΡΑΝ.} Ὡμολόγηται. {ΟΡΘ.} Ἄκουσον τοίνυν αὐτοῦ πρὸς αὐτοὺς λέγοντος· "Πολλὰ ἔργα ὑπέδειξα ὑμῖν παρὰ τοῦ πατρός μου, διὰ ποῖον αὐτῶν λιθάζετέ με;" Τῶν δὲ εἰρηκότων, "Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν," ἐπήγαγεν· " ̓Εν τῷ νόμῳ ὑμῶν γέγραπται· Ἐγὼ εἶπον· θεοί ἐστε. Εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι 130 ἡ γραφή, ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι Βλασφημεῖς, ὅτι εἶπον· υἱὸς τοῦ θεοῦ εἰμι; Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ θέλητε πιστεύειν, τοῖς ἔργοις μου πιστεύσατε, ἵνα γνῶτε καὶ πιστεύ σητε, ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν." {ΕΡΑΝ.} Ἐν οἷς ἀνέγνως ἀρτίως, ἔδειξας τὸν κύριον τοῖς Ἰου-δαίοις θεὸν ἑαυτὸν οὐκ ἄνθρωπον δείξαντα. {ΟΡΘ.} Οὐδὲ γὰρ ἐδέοντο μαθεῖν ὅπερ ᾔδεισαν. Ὅτι μὲν γὰρ ἄνθρω πος ἦν, ᾔδεισαν· ὅτι δὲ καὶ θεὸς ὑπῆρχεν, οὐκ ᾔδεισαν. Ταὐτὸ δὲ τοῦτο καὶ