1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

49

κύριος τῆς δόξης δοξάζεται, ἀλλ' ἡ σὰρξ τοῦ κυρίου τῆς δόξης αὐτὴ λαμ βάνει δόξαν, συναναβαίνουσα αὐτῷ εἰς οὐρανόν. Ὅθεν φησί, καὶ πνεῦμα υἱοθεσίας οὔπω ἦν ἐν ἀνθρώποις, διότι ἡ ληφθεῖσα ἀπαρχὴ ἐξ ἀνθρώπων οὔπω ἦν ἀνελθοῦσα εἰς οὐρανόν. Ὅσα οὖν λέγει ἡ γραφή, ὅτι "ἔλαβεν" ὁ υἱὸς καὶ "ἐδοξάσθη," διὰ τὴν ἀνθρωπότητα αὐτοῦ λέγει, οὐ διὰ τὴν θεότητα. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ὥστε ἀληθινὸς θεός ἐστιν οὗτος, καὶ πρὸ τοῦ γενέσθαι αὐτὸν ἄνθρω πον, καὶ μετὰ τὸ γενέσθαι μεσίτην θεοῦ καὶ ἀνθρώπων Ἰησοῦν Χριστόν, τὸν ἡνωμένον πατρὶ κατὰ πνεῦμα, ἡμῖν δὲ κατὰ σάρκα, τὸν μεσιτεύσαντα θεῷ καὶ ἀνθρώποις, τὸν μὴ μόνον ἄνθρωπον, ἀλλὰ καὶ θεόν. Τοῦ ἁγίου Ἀμβροσίου ἐπισκόπου Μεδιολάνου. Ἐν ἐκθέσει πίστεως. Ὁμολογοῦμεν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, πρὸ πάντων μὲν τῶν αἰώνων ἀνάρχως ἐκ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν ἐκ τῆς ἁγίας παρθένου Μαρίας τὸν αὐτὸν σαρκωθέντα, καὶ τέλειον τὸν ἄνθρωπον ἐκ ψυχῆς λογικῆς καὶ σώματος ἀνειληφότα, ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρω πότητα. ∆ύο γὰρ φύσεων τελείων ἕνωσις γεγένηται ἀφράστως. ∆ιὸ ἕνα Χριστόν, ἕνα υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ καθομολογοῦμεν, εἰδότες ὅτιπερ συναΐδιος ὑπάρχων τῷ ἑαυ τοῦ πατρὶ κατὰ τὴν θεότητα, καθ' ἣν καὶ πάντων ὑπάρχει δημιουργός, 162 κατηξίωσε μετὰ τὴν συγκατάθεσιν τῆς ἁγίας παρθένου, ἡνίκα εἴρηκε πρὸς τὸν ἄγγελον, "Ἰδοὺ ἡ δούλη κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου," ἀπορρήτως ἑαυτῷ ἐξ αὐτῆς οἰκοδομῆσαι ναόν, καὶ τοῦτον ἑνῶσαι ἑαυτῷ ἐξ αὐτῆς τῆς συλλήψεως, οὐ συναΐδιον ἐκ τῆς ἑαυτοῦ οὐ σίας οὐρανόθεν ἐπιφερόμενον σῶμα, ἀλλ' ἐκ τοῦ φυράματος τῆς ἡμετέρας οὐσίας, τουτέστιν ἐκ τῆς παρθένου, τοῦτο εἰληφὼς καὶ ἑαυτῷ ἑνώσας. Οὐχ ὁ θεὸς λόγος εἰς σάρκα τραπείς, οὔτε μὴν φάν τασμα φανείς· ἀλλ' ἀτρέπτως καὶ ἀναλλοιώτως τὴν ἑαυτοῦ διατηρῶν οὐσίαν, τὴν ἀπαρχὴν τῆς φύσεως τῆς ἡμετέρας εἰληφώς, ἑαυτῷ ἥνωσεν. Οὐκ ἀρχὴν ὁ θεὸς λόγος ἐκ τῆς παρθένου εἰληφώς, ἀλλὰ συναΐδιος τῷ ἑαυτοῦ πατρὶ ὑπάρχων, τὴν τῆς φύσεως τῆς ἡμετέρας ἀπαρχὴν ἑαυτῷ διὰ πολλὴν ἀγαθότητα ἑνῶσαι κατηξίωσεν, οὐ κρα θείς, ἀλλ' ἐν ἑκατέραις ταῖς οὐσίαις εἷς καὶ ὁ αὐτὸς φανείς, κατὰ τὸ γεγραμμένον· "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." Λύεται γὰρ ὁ Χριστὸς θεὸς κατὰ τὴν ἐμὴν οὐσίαν ἣν ἀνέλαβε, καὶ λελυμένον ἐγείρει τὸν ναὸν ὁ αὐτὸς κατὰ τὴν θείαν οὐσίαν, καθ' ἣν καὶ πάντων ὑπάρχει δημιουργός. Οὐδέποτε μετὰ τὴν ἕνωσιν, ἣν ἐξ αὐτῆς τῆς συλλήψεως ἑαυτῷ ἑνῶσαι κατηξίωσεν, ἢ ἀποστὰς τοῦ οἰκείου ναοῦ, ἢ ἀποστῆναι διὰ τὴν ἄφατον φιλανθρωπίαν δυνάμενος. Ἀλλ' ἔστιν ὁ αὐτὸς παθητὸς καὶ ἀπαθής· παθητὸς κατὰ τὴν ἀνθρω πότητα, ἀπαθὴς κατὰ τὴν θεότητα. Ἴδετε γάρ, ἴδετέ με, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι. Ἐγείρας τοιγαροῦν τὸν ἑαυτοῦ ναὸν ὁ θεὸς λόγος, καὶ ἐν αὐτῷ τῆς φύσεως ἡμῶν ἀνάστασιν καὶ ἀνανέωσιν ἐργασά μενος, καὶ ταύτην τοῖς ἑαυτοῦ μαθηταῖς δείξας, ἔλεγε, "Ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεω ρεῖτε," οὐκ ὄντα, ἀλλ' "ἔχοντα," ἵνα καὶ τὸν ἔχοντα καὶ τὸν ἐχόμενον κατανοήσας, οὐ κρᾶσιν, οὐ τροπήν, οὐκ ἀλλοίωσιν, ἀλλ' ἕνωσιν γεγενημένην ἐπίδοις. ∆ιὰ τοῦτο καὶ τοὺς τύπους τῶν ἥλων καὶ τῆς λόγχης τὴν νύξιν ἐπέδειξε, καὶ ἔμπροσθεν τῶν μαθητῶν ἔφαγεν, ἵνα διὰ πάντων τὴν ἀνάστασιν τῆς ἡμετέρας φύσεως ἐν ἑαυτῷ ἀνανεω θεῖσαν πιστώσηται αὐτούς. Καὶ ὅτι κατὰ τὴν μακαρίαν τῆς θεότητος οὐσίαν ἄτρεπτος, ἀναλλοίωτος, ἀπαθής, ἀθάνατος, ἀνενδεὴς διατελῶν, 163 πάντα τὰ πάθη εἴασε κατὰ συγχώρησιν τῷ οἰκείῳ ἐπενεχθῆναι ναῷ, καὶ τοῦτον τῇ οἰκείᾳ ἀνέστησε δυνάμει, διά τε τοῦ οἰκείου ναοῦ τελείαν τὴν ἀνανέωσιν τῆς ἡμετέρας ἐξειργάσατο φύσεως. Τοὺς δὲ λέγοντας ψιλὸν ἄνθρωπον τὸν Χριστόν, ἢ