1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

18

παραλείψω· ἄσπονδον γὰρ κατ' αὐτῶν ἀνεδέξασθε πόλεμον. Ἐπιδείξω δέ σοι τῶν πανευ φήμων τῆς ἐκκλησίας διδασκάλων τὸ περὶ τῆς θείας ἐνανθρωπήσεως φρόνημα, ἵνα γνῷς τίνα περὶ τῆς ληφθείσης ἐδόξασαν φύσεως. Ἀκήκοας δὲ πάντως Ἰγνάτιον ἐκεῖνον, ὃς διὰ τῆς τοῦ μεγάλου Πέτρου δεξιᾶς τῆς ἀρχιερωσύνης τὴν χάριν ἐδέξατο, καὶ τὴν ἐκκλησίαν Ἀντιοχέων ἰθύνας τὸν τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο· καὶ Εἰρηναῖον, ὃς τῆς Πολυκάρπου διδασκαλίας ἀπήλαυσεν, Γαλατῶν δὲ τῶν ἑσπερίων ἐγεγόνει φωστήρ· καὶ Ἱππόλυτον καὶ Μεθόδιον, τοὺς ἀρχιερέας καὶ μάρτυρας, καὶ τοὺς ἄλλους, ὧν ταῖς διδασκαλίαις τὰς προσηγορίας συνάψω. {ΕΡΑΝ.} Ποθοῦντί μοι καὶ τάσδε προσοίσεις τὰς μαρτυρίας. {ΟΡΘ.} Ἄκουσον οὖν τῶν ἀνδρῶν τὴν ἀποστολικὴν προφερόντων διδασκαλίαν. Τοῦ ἁγίου Ἰγνατίου ἐπισκόπου Ἀντιοχείας καὶ μάρτυρος. Ἐκ τῆς πρὸς Σμυρναίους ἐπιστολῆς. Πεπληροφορημένους ἀληθῶς εἰς τὸν κύριον ἡμῶν, ὄντα ἐκ γένους ∆αβὶδ κατὰ σάρκα, υἱὸν θεοῦ κατὰ θεότητα καὶ δύναμιν θεοῦ, γεγεννη μένον ἀληθῶς ἐκ παρθένου, βεβαπτισμένον ὑπὸ Ἰωάννου, ἵνα πληρωθῇ πᾶσα δικαιοσύνη ὑπ' αὐτοῦ, ἀληθῶς ἐπὶ Ποντίου Πιλάτου καὶ Ἡρώδου τετράρχου καθηλωμένον ὑπὲρ ἡμῶν σαρκί. 96 Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Τί γάρ με ὠφελεῖ, εἴπερ με ἐπαινεῖ τις, τὸν δὲ κύριόν μου βλασφημεῖ μὴ ὁμολογῶν αὐτὸν σαρκοφόρον; Ὁ δὲ τοῦτο μὴ λέγων, τελείως αὐτὸν ἀπήρνηται ὢν νεκροφόρος. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Εἰ γὰρ τῷ δοκεῖν ταῦτα ἐπράχθη ὑπὸ τοῦ κυρίου ἡμῶν, κἀγὼ τῷ δοκεῖν δέδεμαι. Τί δὲ καὶ ἐμαυτὸν ἔκδοτον δέδωκα τῷ θανάτῳ, πρὸς πῦρ, πρὸς μάχαιραν, πρὸς θηρία; Ἀλλ' ὁ ἐγγὺς μαχαίρας, ἐγγὺς θεοῦ, ὁ μεταξὺ θηρίων, μεταξὺ θεοῦ. Μόνον ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς τὸ συμπαθεῖν αὐτῷ πάντα ὑπομένω, αὐτοῦ με ἐνδυναμοῦντος, τοῦ τελείου ἀνθρώπου, ὅν τινες ἀγνοοῦντες ἀρνοῦνται. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἐφεσίους ἐπιστολῆς. Ὁ γὰρ θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς ἐκυοφορήθη ὑπὸ Μαρίας κατ' οἰκονομίαν θεοῦ, ἐκ σπέρματος μὲν ∆αβίδ, ἐκ πνεύματος δὲ ἁγίου, ὃς ἐγεννήθη καὶ ἐβαπτίσθη, ἵνα τὸ θνητὸν ἡμῶν καθαρισθῇ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Εἴ τι οἱ κατ' ἄνδρα κοινῇ πάντες ἐν τῇ χάριτι ἐξ ὀνόματος συνέρχεσθε ἐν μιᾷ πίστει, καὶ ἐν ἑνὶ Ἰησοῦ Χριστῷ τῷ κατὰ σάρκα ἐκ γένους ∆αβίδ, τῷ υἱῷ τοῦ ἀνθρώπου καὶ υἱῷ τοῦ θεοῦ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Εἷς ἰατρός ἐστι σαρκικὸς καὶ πνευματικός, γεννητὸς ἐξ ἀγεννήτου, ἐν ἀνθρώπῳ θεός, ἐν θανάτῳ ζωὴ ἀληθινή, καὶ ἐκ Μαρίας καὶ ἐκ θεοῦ, πρῶτον παθητὸς καὶ τότε ἀπαθής, Ἰησοῦς Χριστὸς ὁ κύριος ἡμῶν. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Τραλλιανοὺς ἐπιστολῆς. Κωφώθητε οὖν, ὅταν χωρὶς Ἰησοῦ Χριστοῦ ὑμῖν λαλῇ τις, τοῦ ἐκ γένους ∆αβίδ, τοῦ ἐκ Μαρίας, ὃς ἀληθῶς ἐγεννήθη, ἔφαγέ τε καὶ ἔπιεν ἀληθῶς, ἐδιώχθη ἐπὶ Ποντίου Πιλάτου, ἀληθῶς ἐσταυρώθη καὶ ἀπέθανε, βλεπόντων τῶν ἐπιγείων καὶ ἐπουρανίων καὶ καταχθονίων. Εἰρηναίου ἐπισκόπου Λουγδούνου. Ἐκ τοῦ τρίτου λόγου τῶν εἰς τὰς αἱρέσεις. 97 Εἰς τί δὲ καὶ τὸ "ἐν πόλει ∆αβὶδ" προσέθηκαν, εἰ μὴ ἵνα τὴν ὑπὸ θεοῦ γεγενημένην τῷ ∆αβὶδ ὑπόσχεσιν, ὅτι ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ αἰώνιός ἐστι βασιλεύς, πεπληρωμένην εὐαγγελίσωνται, ἣν ὁ δημιουργὸς τοῦδε τοῦ παντὸς πεποίητο ἐπαγγελίαν; Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Καὶ ἐν τῷ εἰπεῖν, "Ἀκούσατε δή, οἶκος ∆αβίδ," σημαίνοντος ἦν ὅτι ἐπηγγείλατο τῷ ∆αβὶδ ὁ θεὸς ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ αἰώνιον ἀναστήσειν βασιλέα. Οὗτός ἐστιν ὁ ἐκ τῆς ∆αβὶδ παρθένου γενόμενος. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ τοίνυν ὁ πρῶτος Ἀδὰμ ἔσχε πατέρα ἄνθρωπον, καὶ ἐκ σπέρματος ἐγεννήθη, εἰκὸς ἦν καὶ τὸν δεύτερον Ἀδὰμ λέγειν αὐτὸν ἐξ Ἰωσὴφ γεγεννῆσθαι. Εἰ δὲ ἐκεῖνος ἐκ γῆς ἐλήφθη, πλάστης δὲ αὐτοῦ ὁ θεός, ἔδει καὶ τὸν ἀνακεφαλαιούμενον εἰς αὐτὸν ὑπὸ τοῦ θεοῦ πεπλασμένον ἄνθρωπον, τὴν αὐτὴν ἐκείνῳ τῆς γεννήσεως ἔχειν ὁμοιότητα. Εἰς τί οὖν πάλιν οὐκ ἔλαβε χοῦν ὁ