1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

74

λόγος, καὶ διὰ τούτου τὴν πρὸς τοὺς ἀνθρώπους ἔδειξεν ὁμοιότητα. 215 {ΟΡΘ.} Τοῦ σώματος οὖν ἄρα ὅλως τό τε πάθος καὶ ὁ θάνατος καὶ ἡ ἀνάστασις, καὶ τοῦτο δεικνὺς ἑτέρωθεν ὁ θεῖος ἀπόστολος ὑπισχνεῖ ται πᾶσι τὴν ἀναβίωσιν, καὶ τοῖς τῇ μὲν τοῦ σωτῆρος ἀναστάσει πιστεύουσι, τὴν δὲ κοινὴν πάντων ἀνάστασιν μῦθον ὑπολαμβάνουσι, κέκραγε λέγων· "Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσί τινες ἐν ὑμῖν, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν." Καὶ ἀπὸ μὲν τοῦ γεγενημένου τὸ ἐσόμενον βεβαιοῖ· ἀπὸ δὲ τοῦ ἀπιστουμένου ἐκβάλλει τὸ πιστευόμενον. Εἰ γὰρ ἐκεῖνο, φησίν, ὑμῖν ἀδύνατον καταφαίνεται, καὶ τοῦτο δήπου ψευδές. Εἰ δὲ τοῦτό γε ἀληθὲς καὶ πιστὸν εἶναι δοκεῖ, κἀκεῖνο ὡσαύτως δοκείτω εἶναι πιστόν. Σώματος γὰρ ἀνάστασις κἀνταῦθα κηρύττεται, καὶ ἀπαρχὴ τοῦτό γε ἐκείνων προσαγορεύεται. Τοῦτο γὰρ μετὰ τοὺς πάλαι πολλοὺς συλλογισμοὺς ἀποφαντικῶς εἴρηκεν. "Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο. Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν. Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται." Καὶ οὐ μόνον τὸν περὶ τῆς ἀνα στάσεως ἐβεβαίωσε λόγον, ἀλλὰ καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἀπεκάλυψε. Ταύτῃ τοι καὶ ἄνθρωπον τὸν Χριστὸν προσηγόρευσεν, ἵνα δείξῃ τὴν θεραπείαν τῇ νόσῳ κατάλληλον. {ΕΡΑΝ.} Ἄνθρωπος οὖν μόνον ἐστὶν ὁ Χριστός; {ΟΡΘ.} Ἄπαγε· τοὐναντίον γὰρ πολλάκις εἰρήκαμεν, ὡς οὐ μόνον ἄνθρωπός ἐστιν, ἀλλὰ καὶ θεὸς προαιώνιος. Πέπονθε δὲ ὡς ἄνθρωπος, οὐχ ὡς θεός. Καὶ τοῦτο σαφῶς ἡμᾶς ἐδίδαξεν ὁ θεῖος ἀπόστολος εἰρηκώς· "Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν." Καὶ Θεσσαλονικεῦσι δὲ γράφων ἀπὸ τῆς τοῦ σωτῆρος ἡμῶν ἀναστάσεως βεβαιοῖ τὸν περὶ τῆς κοινῆς ἀναστάσεως λόγον. "Εἰ γὰρ πιστεύομεν, φησίν, ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτως καὶ ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ." {ΕΡΑΝ.} Ἔδειξε μὲν ὁ ἀπόστολος τὴν κοινὴν ἀνάστασιν διὰ τῆς 216 δεσποτικῆς ἀναστάσεως. Καὶ δῆλον ὡς σῶμα ἦν κἀνταῦθα τὸ τεθνεός τε καὶ ἀναστάν. Οὐ γὰρ ἂν ἐπειράθη διὰ τούτου γε δεῖξαι τὴν πάντων ἀνάστασιν, εἰ μὴ τὴν πρὸς ἐκεῖνα εἶχε κατ' οὐσίαν συγγένειαν. Οὐ μὴν ἀνέξομαι τῇ ἀνθρωπείᾳ γε φύσει μόνῃ προσάψαι τὸ πάθος· ἀλλ' ἀκόλουθον εἶναί μοι δοκεῖ τὸ λέγειν τὸν θεὸν λόγον τεθνηκέναι σαρκί. {ΟΡΘ.} Πολλάκις ἐδείξαμεν, ὡς τὸ φύσει ἀθάνατον κατ' οὐδένα γε τρόπον ἀποθανεῖν δύναται. Εἰ τοίνυν τέθνηκεν, οὐκ ἄρα ἀθάνατος. Ἡλίκοι δὲ τῇ βλασφημίᾳ τῶν λόγων οἱ κίνδυνοι; {ΕΡΑΝ.} Φύσει μέν ἐστιν ἀθάνατος, ἐνανθρωπήσας δὲ πέπονθεν. {ΟΡΘ.} Τοιγαροῦν τροπὴν ὑπέμεινε. Πῶς γὰρ ἄλλως ἀθάνατος ὢν ἐδέξατο θάνατον; Ἀλλὰ μὴν συνωμολογήσαμεν ἄτρεπτον εἶναι τὴν τῆς τριάδος οὐσίαν· ἥκιστα οὖν ἄρα θανάτου μετέλαχε φύσιν ἔχων ὑπερτέραν τροπῆς. {ΕΡΑΝ.} Ὁ θεῖος εἴρηκε Πέτρος, "Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί." {ΟΡΘ.} Τούτῳ γε καὶ ὁ ἡμέτερος συμφωνεῖ λόγος· ἐκ γὰρ τῆς θείας γραφῆς μεμαθήκαμεν τὸν τῶν δογμάτων κανόνα. {ΕΡΑΝ.} Πῶς τοίνυν οὔ φατε τὸν θεὸν λόγον πεπονθέναι σαρκί; {ΟΡΘ.} Ὅτι παρὰ τῇ θείᾳ γραφῇ ταύτην οὐχ εὑρήκαμεν τὴν φωνήν. {ΕΡΑΝ.} Καὶ μὴν τοῦ μεγάλου Πέτρου χρῆσιν τοιαύτην ἀρτίως παρήγαγον. {ΟΡΘ.} Ἀγνοεῖς, ὡς ἔοικε, τὴν τῶν ὀνομάτων διαφοράν. {ΕΡΑΝ.} Ποίων ὀνομάτων; Οὐ δοκεῖ σοι θεὸς εἶναι λόγος ὁ δεσπό της Χριστός; {ΟΡΘ.} Τὸ Χριστὸς ὄνομα ἐπὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν τὸν ἐνανθρωπήσαντα θεὸν λόγον δηλοῖ· τὸ Ἐμμανουὴλ τὸν μεθ' ἡμῶν θεόν, τὸν θεὸν καὶ ἄνθρωπον· τὸ δέ γε θεὸς λόγος οὑτωσὶ λεγόμενον τὴν ἁπλῆν φύσιν, τὴν προκόσμιον, τὴν ὑπέρχρονον, τὴν ἀσώματον σημαίνει. Οὗ δὴ χάριν τὸ πανάγιον πνεῦμα τὸ διὰ τῶν