1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

36

διδαχθῶμεν γραφῆς. {ΕΡΑΝ.} Ἐγὼ πείθομαι τῇ θείᾳ γραφῇ. {ΟΡΘ.} Ὅταν τοίνυν ἀκούσῃς Ἰωάννου τοῦ θεσπεσίου βοῶντος· "̓Εν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος·" καί· "Πάντα δι' αὐτοῦ ἐγένετο," καὶ τὰ ἄλλα ὅσα τοιαῦτα, τὴν σάρκα λέγεις ἐν ἀρχῇ πρὸς τὸν θεὸν εἶναι, καὶ φύσει θεὸν εἶναι, καὶ πάντα πεποιηκέναι, ἢ τὸν θεὸν λόγον τὸν πρὸ τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένον; {ΕΡΑΝ.} Τῷ μὲν θεῷ λόγῳ ταῦτα προσήκειν φημί· οὐ χωρίζω δὲ αὐτὸν τῆς ἡνωμένης σαρκός. {ΟΡΘ.} Οὔτε χωρίζομεν τοῦ θεοῦ λόγου τὴν σάρκα, οὔτε σύγχυσιν ποιοῦμεν τὴν ἕνωσιν. {ΕΡΑΝ.} Ἐγὼ μίαν οἶδα μετὰ τὴν ἕνωσιν φύσιν. {ΟΡΘ.} Οἱ εὐαγγελισταὶ τὰ εὐαγγέλια πηνίκα συνέγραψαν; πρὸ τῆς ἑνώσεως ἢ μετὰ πλεῖστον τῆς ἑνώσεως χρόνον; {ΕΡΑΝ.} ∆ῆλον ὅτι μετὰ τὴν ἕνωσιν καὶ τὴν γέννησιν καὶ τὰ θαύ 135 ματα καὶ τὸ πάθος καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν καὶ τὴν τοῦ παναγίου πνεύματος ἐπιφοίτησιν. {ΟΡΘ.} Ἄκουσον τοίνυν τοῦ μὲν Ἰωάννου λέγοντος· "Ἐν ἀρχῇ ἦν ὁλόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν," καὶ τὰ ἑξῆς· τοῦ δὲ Ματθαίου· "Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αβίδ, υἱοῦ Ἀβραάμ," καὶ τὰ ἑξῆς. Καὶ ὁ Λουκᾶς δὲ αὐτὸν ἐξ Ἀβραὰμ καὶ ∆αβὶδ ἐγενεαλόγησε. Προσάρμοσον τοίνυν ταῦτα κἀκεῖνα φύσει μιᾷ. Ἀλλ' οὐκ ἂν δύναιο· ἐναντίον γὰρ τῷ ἐν ἀρχῇ εἶναι, τὸ ἐξ Ἀβραὰμ εἶναι, καὶ τῷ πάντα πεποιηκέναι τὸ κτιστὸν τὸν πρόγονον ἐσχηκέναι. {ΕΡΑΝ.} Ταῦτα λέγων εἰς δύο πρόσωπα τὸν μονογενῆ μερίζεις υἱόν. {ΟΡΘ.} Ἕνα μὲν υἱὸν τοῦ θεοῦ καὶ οἶδα καὶ προσκυνῶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν· τῆς δὲ θεότητος καὶ τῆς ἀνθρωπότητος τὴν διαφορὰν ἐδιδάχθην. Σὺ δέ γε ὁ μίαν λέγων μετὰ τὴν ἕνωσιν γεγενῆσ θαι φύσιν, προσάρμοσον ταύτῃ τὰ τῶν εὐαγγελίων προοίμια. {ΕΡΑΝ.} Ὡς ἔοικεν, ἰσχυρὰν ἄγαν καὶ ἴσως ἀμήχανον ὑπολαμβά νεις τὴν πρότασιν. {ΟΡΘ.} Ἔστω σοι ῥᾳδία καὶ εὐπετής, μόνον ἡμῖν τὸ ζητούμενον λῦσον. {ΕΡΑΝ.} Ἀμφότερα τῷ δεσπότῃ προσήκει Χριστῷ, καὶ τὸ ἐν ἀρχῇ εἶναι καὶ τὸ ἐξ Ἀβραὰμ καὶ ∆αβὶδ κατὰ σάρκα βλαστῆσαι. {ΟΡΘ.} Μίαν μετὰ τὴν ἕνωσιν χρῆναι λέγειν ἐνομοθέτησας φύσιν· τὸν οἰκεῖον τοίνυν μὴ παραβῇς νόμον μεμνημένος σαρκός. {ΕΡΑΝ.} Καὶ δίχα τοῦ μνημονεῦσαι σαρκὸς λῦσαι τὴν πρότασιν εὐπετές· ἀμφότερα γὰρ τῷ σωτῆρι προσαρμόττω Χριστῷ. {ΟΡΘ.} Κἀγὼ καὶ ταῦτα κἀκεῖνα προσήκειν φημὶ τῷ δεσπότῃ Χριστῷ, ἀλλὰ δύο φύσεις ἐν αὐτῷ θεωρῶν, καὶ ἑκατέρᾳ προσνέμων τὰ πρόσφορα. Εἰ δὲ μία φύσις ἐστὶν ὁ Χριστός, πῶς οἷόν τε αὐτῇ προσαρ μόσαι τὰ ἐναντία; Ἐναντίον γὰρ τῷ ἐν ἀρχῇ εἶναι τὸ ἐξ Ἀβραὰμ καὶ ∆αβὶδ τὴν ἀρχὴν εἰληφέναι, μᾶλλον δὲ πολλοστῇ γενεᾷ μετὰ τὸν ∆αβὶδ γεννηθῆναι. Ἐναντίον δὲ πάλιν καὶ τῷ πάντα πεποιηκέναι τὸ 136 ἐκ πεποιημένων βλαστῆσαι, καὶ τῷ ἐκ θεοῦ εἶναι τὸ ἀνθρώπους ἐσχηκέναι πατέρας. Ἐναντίον δὲ καὶ τῷ αἰωνίῳ τὸ πρόσφατον. Καὶ δῆτα σκοπήσωμεν οὑτωσί· τῶν ἁπάντων φαμὲν τὸν θεὸν λόγον δημιουργόν; {ΕΡΑΝ.} Οὕτω πιστεύειν παρὰ τῆς θείας γραφῆς ἐδιδάχθημεν. {ΟΡΘ.} Πόστῃ δὲ μεμαθήκαμεν ἡμέρᾳ τὸν Ἀδὰμ διαπλασθῆναι μετὰ τὴν τοῦ οὐρανοῦ καὶ τῆς γῆς δημιουργίαν; {ΕΡΑΝ.} Ἕκτῃ. {ΟΡΘ.} Ἀπὸ δὲ τοῦ Ἀδὰμ μέχρι τοῦ Ἀβραὰμ πόσαι διεληλύθασιγενεαί; {ΕΡΑΝ.} Εἴκοσι ταύτας ὑπείληφα. {ΟΡΘ.} Ἀπὸ δὲ τοῦ Ἀβραὰμ μέχρι τοῦ σωτῆρος ἡμῶν Χριστοῦ πόσας ὁ εὐαγγελιστὴς Ματθαῖος ἀριθμεῖ γενεάς; {ΕΡΑΝ.} Τεσσαρακονταδύο. {ΟΡΘ.} Εἰ τοίνυν μία φύσις ὁ δεσπότης Χριστός, πῶς οἷόν τε αὐτὸν καὶ πάντων ὁρατῶν τε καὶ ἀοράτων ὑπάρχειν δημιουργόν, καὶ μετὰ γενεὰς τοσαύτας ὑπὸ τοῦ παναγίου πνεύματος διαπλασθῆναι ἐν μήτρᾳ παρθενικῇ; πῶς δὲ καὶ τοῦ Ἀδὰμ ποιητὴς καὶ τῶν τοῦ Ἀδὰμ ἀπογόνων υἱός; {ΕΡΑΝ.} Καὶ ἤδη πρότερον ἔφην ὡς ἁρμόττει αὐτῷ καὶ ταῦτα κἀκεῖνα ὡς σεσαρκωμένῳ θεῷ· μίαν γὰρ οἶδα τοῦ