1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

11

φέρειν τὰς ἀποδείξεις. {ΟΡΘ.} Ἄκουσον τοίνυν εὐθὺς ἐν τῇ ἀρχῇ τοῦ ψαλμοῦ τοῦ προφήτου τὸν θεὸν ἀνυμνοῦντος. Προφητικοῖς γὰρ προϊδὼν ὀφθαλμοῖς τὴν ἐσομένην τοῦ λαοῦ παρανομίαν καὶ τὴν διὰ ταύτην γενησομένην αἰχμαλωσίαν, τῶν ἀψευδῶν ὑποσχέσεων τὸν οἰκεῖον ἀνέμνησε δεσπότην. Ἔφη δὲ οὕτως· "Τὰ ἐλέη σου, κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου, ὅτι εἶπας, εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται· ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου." ∆ιὰ δὲ τούτων πάντων ὁ προφήτης διδάσκει καὶ τὴν διὰ φιλανθρωπίαν παρὰ τοῦ θεοῦ γεγενη μένην ἐπαγγελίαν καὶ τῆς ἐπαγγελίας τὸ ἀψευδές. Εἶτα λέγει τίνα τε καὶ τίσιν ὑπέσχετο, αὐτὸν φθεγγόμενον ἐπιδεικνὺς τὸν θεόν. "∆ιεθέ μην, γάρ φησι, διαθήκην τοῖς ἐκλεκτοῖς μου." Ἐκλεκτοὺς δὲ τοὺς πατριάρχας ἐκάλεσεν. Ἔπειτα ἐπιφέρει· "Ὤμοσα ∆αβὶδ τῷ δούλῳ μου." Λέγει δὲ καὶ περὶ τίνος ὤμοσεν· "Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου." Εἰπὲ τοίνυν τίνα σπέρμα τοῦ ∆αβὶδ ὑπολαμβάνεις κεκλῆσθαι; 82 {ΕΡΑΝ.} Περὶ τοῦ Σολομῶντος ἡ ἐπαγγελία γεγένηται. {ΟΡΘ.} Οὐκοῦν καὶ πρὸς τοὺς πατριάρχας περὶ τοῦ Σολομῶντος ἐποιήσατο τὰς συνθήκας. Πρὸ γὰρ τῶν περὶ τοῦ ∆αβὶδ εἰρημένων, τῶν ὑποσχέσεων τῶν πρὸς ἐκείνους ἀνέμνησε. "∆ιεθέμην, γάρ φησι, διαθήκην τοῖς ἐκλεκτοῖς μου." Ὑπέσχετο δὲ τοῖς πατριάρχαις ἐν τῷ σπέρματι αὐτῶν εὐλογήσειν πάντα τὰ ἔθνη. ∆εῖξον τοίνυν εὐλογη μένα διὰ Σολομῶντος τὰ ἔθνη. {ΕΡΑΝ.} Ταύτην τοίνυν τὴν ἐπαγγελίαν, οὐ διὰ τοῦ Σολομῶντος, ἀλλὰ διὰ τοῦ σωτῆρος ἡμῶν πεπλήρωκεν ὁ θεός; {ΟΡΘ.} Καὶ τοίνυν ταῖς πρὸς τὸν ∆αβὶδ γεγενημέναις ἐπαγγελίαις ὁ δεσπότης Χριστὸς τὸ πέρας ἐπέθηκεν. {ΕΡΑΝ.} Ἐγὼ ταύτας ἡγοῦμαι τὰς ὑποσχέσεις ἢ περὶ τοῦ Σολο μῶντος ἢ περὶ τοῦ Ζοροβάβελ τὸν θεὸν πεποιῆσθαι. {ΟΡΘ.} Πρὸ βραχέος τοῖς Μαρκίωνος καὶ Βαλεντίνου καὶ Μάνητος ἐκέχρησο λόγοις· νῦν δὲ πρὸς τὴν ἐναντίαν ἐκ διαμέτρου συμμορίαν μεταβέβηκας, καὶ τῇ τῶν Ἰουδαίων ἀναιδείᾳ συνηγορεῖς. Ἴδιον δὲ τοῦτο τῶν τῆς εὐθείας ἐκτρεπομένων ὁδοῦ· τῇδε γὰρ κἀκεῖσε περι πλανῶνται ἀτριβῆ πορείαν ὁδεύοντες. {ΕΡΑΝ.} Τοὺς λοιδορίᾳ χρωμένους ὁ ἀπόστολος ἐξελαύνει τῆς βασιλείας. {ΟΡΘ.} Ἐὰν μάτην λοιδορῶσιν. Ἐπεὶ καὶ αὐτὸς ὁ θεῖος ἀπόστολος εἰς καιρόν ἐστιν ὅτε κέχρηται τῷδε τῷ εἴδει, καὶ Γαλάτας μὲν ἀνοή τους ὀνομάζει, περὶ δὲ ἄλλων φησίν· "Ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν·" καὶ αὖ πάλιν περὶ ἑτέρων· "Ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν," καὶ τὰ ἑξῆς. {ΕΡΑΝ.} Ἐγὼ τοίνυν ποίαν σοι παρέσχον ἀφορμὴν λοιδορίας; {ΟΡΘ.} Τὸ τοῖς προδηλοτάτοις τῆς ἀληθείας ἐχθροῖς εὐθύμως συνηγορεῖν, ἦ οὐ δοκεῖ σοι πρόφασις εὐλογωτάτη τοῖς εὐσεβέσιν εἶναι πρὸς ἀγανάκτησιν αὕτη; {ΕΡΑΝ.} Καὶ τίσιν ἐγὼ συνηγωνισάμην παραταττομένοις πρὸς τὴν ἀλήθειαν; {ΟΡΘ.} Νῦν Ἰουδαίοις. {ΕΡΑΝ.} Πῶς καὶ τίνα τρόπον; {ΟΡΘ.} Ἰουδαῖοι τῷ Σολομῶντι καὶ τῷ Ζοροβάβελ τὰς τοιαύτας 83 προσαρμόττουσι προφητείας, ἵνα τὸ χριστιανικὸν ἀσύστατον ἀπο δείξωσι δόγμα. Ἀπόχρη δὲ καὶ αὐτὰ τὰ ῥήματα διελέγξαι αὐτῶν τὴν παρανομίαν. "Ἕως, γάρ φησι, τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου." Οὐ μόνον δὲ Σολομὼν καὶ Ζοροβάβελ, οἷς τὰς τοιαύτας προσαρ μόττουσι προφητείας, τὸν ὡρισμένον βιώσαντες χρόνον τοῦ βίου τὸ τέρμα κατέλαβον, ἀλλὰ καὶ ἅπαν ἀπέσβη τοῦ ∆αβὶδ τὸ γένος. Τίς γὰρ ἐπίσταται σήμερον ἐκ τῆς ∆αυϊτικῆς τινα καταγόμενον ῥίζης; {ΕΡΑΝ.} Οἱ καλούμενοι οὖν τῶν Ἰουδαίων πατριάρχαι οὐκ ἐκ τῆς ∆αυϊτικῆς ὑπάρχουσι συγγενείας; {ΟΡΘ.} Οὐδαμῶς. {ΕΡΑΝ.} Ἀλλὰ πόθεν ὁρμῶνται; {ΟΡΘ.} Ἐξ Ἡρώδου τοῦ ἀλλοφύλου, ὃς πατρόθεν μὲν Ἀσκαλωνίτηςἐτύγχανεν ὤν, μητρόθεν δὲ Ἰδουμαῖος. Ἄλλως τε καὶ αὐτοὶ παντελῶς κατελύθησαν, καὶ χρόνος συχνὸς διελήλυθεν, ἐξ οὗ καὶ ἡ τούτων ἡγεμονία τὸ πέρας