1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

8

ἐπηρμένου." 75 Καὶ ὁ Μιχαίας δὲ ταὐτὸ τοῦτο λέγει, καὶ ὁ ∆ανιὴλ καὶ ὁ Ἰεζεκιήλ. Περὶ δὲ Μωσέως τοῦ νομοθέτου φησὶν ἡ ἱστορία, ὅτι ἐλάλησε κύριος τῷ Μωϋσῇ, ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλήσει πρὸς φίλον αὑτοῦ. Καὶ αὐτὸς δὲ ὁ τῶν ὅλων ἔφη θεός, ὅτι "Στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει, καὶ οὐ δι' αἰνιγμάτων." Τί οὖν ἐροῦ μεν; ὅτι τὴν θείαν ἐθεάσαντο φύσιν; {ΕΡΑΝ.} Οὐδαμῶς. Αὐτὸς γὰρ ὁ θεὸς ἔφη· "Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται." {ΟΡΘ.} Ψεύδονται τοίνυν οἱ τὸν θεὸν ἑωρακέναι φήσαντες; {ΕΡΑΝ.} Μὴ γένοιτο· εἶδον γὰρ ἅπερ ἰδεῖν αὐτοὺς οἷόν τε ἦν. {ΟΡΘ.} Τῇ δυνάμει ἄρα τῶν ὁρώντων ὁ φιλάνθρωπος δεσπότης τὰς ἀποκαλύψεις μετρεῖ; {ΕΡΑΝ.} Πάνυ γε. {ΟΡΘ.} Καὶ τοῦτο δῆλον διὰ τοῦ προφήτου πεποίηκεν. "Ἐγώ, γὰρ ἔφη, ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην." Οὐκ εἶπεν, ὤφθην, ἀλλ' "ὡμοιώθην." Ἡ δὲ ὁμοίωσις οὐκ αὐτὴν δηλοῖ τοῦ ὁρωμένου τὴν φύσιν. Οὐδὲ γὰρ ἡ τοῦ βασιλέως εἰκὼν αὐτοῦ δείκνυσι τοῦ βασιλέως τὴν φύσιν, κἂν ἐναργεῖς διασώζῃ τοῦ βασιλέως τοὺς χαρακτῆρας. {ΕΡΑΝ.} Ἄδηλόν ἐστι τοῦτό γε καὶ ἀσαφές. {ΟΡΘ.} Οὐκοῦν οὐδὲ τοῦ θεοῦ τὴν οὐσίαν εἶδον οἱ τὰς ἀποκαλύψεις ἐκείνας θεασάμενοι; {ΕΡΑΝ.} Τίς γὰρ οὕτω μέμηνεν ὥστε τοῦτο φάναι τολμῆσαι; {ΟΡΘ.} Εἴρηται δὲ ὅμως ὡς ἑωράκασιν. {ΕΡΑΝ.} Εἴρηται. {ΟΡΘ.} Ἡμεῖς δὲ καὶ λογισμοῖς εὐσεβέσι χρώμενοι, καὶ ταῖς ἀποφάσεσι ταῖς θείαις πιστεύοντες, αἳ βοῶσι διαρρήδην, "Θεὸν οὐδεὶς ἑώρακε πώποτε," φαμὲν αὐτοὺς οὐ τὴν θείαν φύσιν ἑωρακέναι, ἀλλ' ὄψεις τινὰς τῇ σφῶν δυνάμει συμμέτρους. {ΕΡΑΝ.} Οὕτως φαμέν. {ΟΡΘ.} Οὕτω τοίνυν καὶ περὶ τῶν ἀγγέλων νοήσωμεν, ἀκούοντες ὅτι "Καθ' ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν." Οὐ γὰρ 76 τὴν θείαν οὐσίαν ὁρῶσι, τὴν ἀπερίγραφον, τὴν ἀκατάληπτον, τὴν ἀπερινόητον, τὴν περιληπτικὴν τῶν ὅλων, ἀλλὰ δόξαν τινὰ τῇ αὐτῶν φύσει συμμετρουμένην. {ΕΡΑΝ.} Ὡμολόγηται ταῦτα οὕτως ἔχειν. {ΟΡΘ.} Μετὰ μέντοι τὴν ἐνανθρώπησιν ὤφθη καὶ τοῖς ἀγγέλοις, κατὰ τὸν θεῖον ἀπόστολον, οὐχ ὁμοιώματι δόξης, ἀλλ' ἀληθεῖ καὶ ζῶντι χρησάμενος, οἷόν τινι παραπετάσματι, τῷ τῆς σαρκὸς προ καλύμματι. "Ὃς ἐφανερώθη, γάρ φησιν, ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις." {ΕΡΑΝ.} Τοῦτο μὲν ὡς γραφικὸν ἐδεξάμην, τὰς δὲ τῶν ὀνομάτων καινοτομίας οὐ δέχομαι. {ΟΡΘ.} Ποῖον ἡμεῖς κεκαινοτομήκαμεν ὄνομα; {ΕΡΑΝ.} Τὸ τοῦ παραπετάσματος. Ποία γὰρ γραφὴ τὴν τοῦ κυρίου σάρκα παραπέτασμα προσηγόρευσεν; {ΟΡΘ.} Ἔοικας μὴ μάλα σπουδαίως τὴν θείαν ἀναγινώσκειν γραφήν. Ἦ γὰρ ἄν, οὐκ ἐμέμψω τῷ παρ' ἡμῶν ὡς ἐν εἰκόνι ῥηθέντι. Πρῶτον μὲν γὰρ καὶ τὸ διὰ σαρκὸς φανερωθῆναι τὴν ἀόρατον φύσιν φάναι τὸν θεῖον ἀπόστολον, παραπέτασμα τῆς θεότητος ἐπιτρέπει τὴν σάρκα νοεῖν. Ἔπειτα δὲ σαφῶς ὁ θεῖος ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ἐχρήσατο τῷ ὀνόματι. Λέγει δὲ οὕτως· "Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, διὰ τοῦ καταπετάσματος, τοῦτ' ἔστι τῆς σαρκὸς αὐτοῦ, καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ θεοῦ, προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληρο φορίᾳ πίστεως," καὶ τὰ ἑξῆς. {ΕΡΑΝ.} Ἀναντίρρητος ἡ ἀπόδειξις· ἀποστολικῇ γὰρ κεκύρωται μαρτυρίᾳ. {ΟΡΘ.} Μὴ τοίνυν ἡμᾶς γράφου καινοτομίας. Παρεξόμεθα γάρ σοι καὶ ἑτέραν προφητικὴν μαρτυρίαν, στολὴν ἄντικρυς τοῦ κυρίου τὴν σάρκα καὶ περιβολὴν ὀνομάζουσαν. {ΕΡΑΝ.} Εἰ αἰνιγματώδης ὀφθείη καὶ ἀμφίβολος, ἀντιλέξομεν· εἰ δέ γε σαφής, καὶ στέρξομεν καὶ χάριν ὁμολογήσομεν. 77 {ΟΡΘ.} Αὐτόν σε τῇ ἀληθείᾳ τῆς ἐπαγγελίας μαρτυρῆσαι παρα 77 σκευάσω. Οἶσθα ὅτι τὸν Ἰούδαν εὐλογῶν Ἰακὼβ ὁ πατριάρχης, ταῖς δεσποτικαῖς περιέγραψε γοναῖς τὴν Ἰούδα ἡγεμονίαν; "Οὐκ ἐκλείψει, γὰρ ἔφη, ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν." Ταύτην δέ γε τοῖς