1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

50

παθητὸν τὸν θεὸν λόγον, ἢ εἰς σάρκα τραπέντα, ἢ συνουσιωμένον ἐσχηκέναι τὸ σῶμα, ἢ οὐρανόθεν τοῦτο κεκομικέναι, ἢ φάντασμα εἶναι, ἢ θνητὸν λέγοντας τὸν θεὸν λόγον δεδεῆσθαι τῆς παρὰ τοῦ πατρὸς ἀναστάσεως, ἢ ἄψυχον σῶμα ἀνειληφέναι, ἢ ἄνουν ἄνθρωπον, ἢ τὰς δύο φύσεις τοῦ Χριστοῦ κατὰ ἀνάκρασιν συγχυθείσας μίαν γεγενῆσθαι φύσιν, καὶ μὴ ὁμολογοῦντας εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δύο εἶναι φύσεις ἀσυγχύτους, ἓν δὲ πρόσωπον, καθὸ εἷς Χριστός, εἷς υἱός, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. Τοῦ αὐτοῦ. Οὐκοῦν εἰ ἡ τῶν πάντων σὰρξ ἐν Χριστῷ ὑποβέβληται ὕβρεσι, πῶς μετὰ τῆς θεότητος μιᾶς εἶναι ὑποστάσεως νομίζεται; Εἰ γὰρ μιᾶς ὑποστάσεως ὁ λόγος καὶ ἡ σὰρξ ἡ ἀπὸ γῆς τὴν φύσιν ἔχουσα, μιᾶς ἄρα ὑποστάσεως ὁ λόγος καὶ ἡ ψυχή, ἣν τελείαν ἀνέλαβε. Μιᾶς γὰρ φύσεώς ἐστιν ὁ λόγος μετὰ τοῦ θεοῦ, καὶ κατὰ τὴν τοῦ πατρὸς καὶ αὐτοῦ τοῦ υἱοῦ ὁμολογίαν τὴν λέγουσαν, "Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν·" οὐκοῦν καὶ ὁ πατὴρ τῆς αὐτῆς οὐσίας μετὰ τοῦ σώματος ὀφείλει νομίζεσθαι. Καὶ τί ἔτι τοῖς Ἀρειανοῖς χολᾶτε, τοῖς λέγουσι τὸν υἱὸν τοῦ θεοῦ κτίσμα εἶναι, αὐτοὶ λέγοντες τὸν πατέρα μιᾶς εἶναι μετὰ τῶν κτισμάτων οὐσίας; Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Γρατιανὸν τὸν βασιλέα ἐπιστολῆς. Φυλάξωμεν διαίρεσιν θεότητος καὶ σαρκός. Εἰ τοῖς ἑκατέροις ἀποκρί νεται ὁ υἱὸς τοῦ θεοῦ, ἐπειδὴ ἐν αὐτῷ ἑκάτεραι φύσεις εἰσίν, ὁ αὐτὸς λαλεῖ, ἀλλ' οὐχ ἡμῖν πάντοτε ἑνί γε τρόπῳ. Πρόσεχε ἐν αὐτῷ νῦν μὲν δόξαν φθεγγόμενον, νῦν δὲ ἀνθρώπινα πάθη. Ὡς θεὸς λαλεῖ τὰ 164 θεῖα, ἐπειδήπερ ὁ λόγος ἐστίν· ὡς ἄνθρωπος λέγει τὰ ταπεινά, ἐπει δήπερ ἐν τῇ ἐμῇ ὑποστάσει λαλεῖ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ὅθεν ἐκεῖνο τὸ ἀναγνωσθέν, ὡς ὁ κύριος τῆς δόξης ἐσταύρωται, μὴ τῇ ἑαυτοῦ δόξῃ σταυρωθέντα νομίσωμεν. Ἀλλ' ἐπειδὴ οὗτος θεός τε καὶ ἄνθρωπος, κατὰ μὲν τὴν θεότητα θεός, κατὰ δὲ τὴν πρόσληψιν τῆς σαρκὸς ἄνθρωπος Ἰησοῦς Χριστός, ὁ κύριος τῆς δόξης ἐσταυρῶσ θαι λέγεται. Καὶ γὰρ ἑκατέρας μετέχει φύσεως, τουτέστιν ἀνθρω πίνης καὶ θείας. Ἐν τῇ τοῦ ἀνθρώπου γὰρ φύσει τὸ πάθος ὑπέμεινεν, ἵνα ἀδιαιρέτως καὶ κύριος τῆς δόξης καὶ υἱὸς ἀνθρώπου εἶναι λέγηται ὁ παθών, καθὼς γέγραπται, "Ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς." Τοῦ αὐτοῦ. Σιγάτωσαν τοιγαροῦν αἱ περὶ τῶν λόγων μάταιαι ζητήσεις. Ἡ γὰρ τοῦ θεοῦ βασιλεία, καθὼς γέγραπται, οὐκ ἐν πειθοῖς λόγων ἐστίν, ἀλλ' ἐν ἀποδείξει δυνάμεως. Φυλάξωμεν τὴν διαφορὰν τῆς σαρκός τε καὶ τῆς θεότητος. Εἷς γὰρ θεοῦ υἱός, εἷς ἑκάτερα λαλεῖ, ἐπειδήπερ ἑκατέρα φύσις ἐστὶν ἐν αὐτῷ. Ἀλλ' εἰ καὶ αὐτὸς λαλεῖ, οὐχ ἑνὶ μέντοι γε πάντοτε τρόπῳ λαλεῖ. Ὁρᾷς γὰρ ἐν αὐτῷ νῦν μὲν δόξαν θεοῦ, νῦν δὲ πάθη ἀνθρώπων. Ὡς θεὸς λαλεῖ τὰ θεῖα, ἐπειδήπερ λόγος· ὡς ἄνθρωπος λαλεῖ τὰ ὄντα ἀνθρώπινα, ἐπειδήπερ ἐν ταύτῃ ἐλάλει τῇ φύσει. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ περὶ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου κατὰ

Ἀπολιναριστῶν. Ἀλλ' ἐν ὅσῳ τούτους ἐλέγχομεν, ἀνεφύησαν ἕτεροι, λέγοντες τό τε σῶμα τοῦ Χριστοῦ καὶ τὴν θεότητα μιᾶς φύσεως εἶναι. Ποῖος ᾅδης τὴν τοσαύτην βλασφημίαν ἠρεύξατο; Ἀρειανοὶ γὰρ ἤδη τυγχάνουσιν ἀνεκτότεροι, ὧν ἡ ἀπιστία διὰ τούτους κρατύνεται, ὥστε μείζων φιλονεικία πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα μιᾶς οὐσίας μὴ λέγειν· ἐπειδήπερ οὗτοι τὴν θεότητα τοῦ κυρίου καὶ τὴν σάρκα μιᾶς φύσεως εἰπεῖν ἐπεχείρησαν. 165 Τοῦ αὐτοῦ. Καὶ οὗτός μοι λέγει συνεχῶς τῆς ἐν Νικαίᾳ συνόδου