1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

78

ἀπέλαβεν ἁρμονίαν, καὶ ἔφυσε νεῦρα καὶ φλέβας καὶ ἀρτηρίας, καὶ τὰς μεταξὺ τούτων ὑπεστρωμένας σάρκας, καὶ τὸ δέρμα τούτων ἁπάντων τὸ κάλυμμα, καὶ τότε τὰς ψυχὰς ἐπανελθεῖν πρὸς τὰ οἰκεῖα παρηγγύησε σώματα. {ΕΡΑΝ.} Ἀληθῆ ταῦτα. {ΟΡΘ.} Τὸ μέντοι κυριακὸν σῶμα ταύτην οὐχ ὑπέμεινε τὴν διαφθο ράν, ἀλλ' ἀκήρατον διαμεῖναν ἀπέλαβε τῇ τρίτῃ ἡμέρᾳ τὴν οἰκείαν ψυ χήν. {ΕΡΑΝ.} Ὡμολόγηται. {ΟΡΘ.} Τοιγάρτοι τούτων τὸ πάθος, ὧν καὶ ὁ θάνατος; {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Ὧν δὲ ὁ θάνατος, τούτων ἄρα καὶ ἡ ἀνάστασις; {ΕΡΑΝ.} Ἀνάγκη. {ΟΡΘ.} Τῆς δέ γε ἀναστάσεως μνημονεύσας ὁ μέγας Πέτρος, καὶ μὴν δὴ καὶ ὁ θεῖος ∆αβίδ, τὴν μὲν ψυχὴν ἔφασαν μὴ ἐγκαταλειφθῆναι εἰς ᾅδου, τὸ δὲ σῶμα μὴ ὑπομεῖναι διαφθοράν; {ΕΡΑΝ.} Οὕτως ἔφασαν. {ΟΡΘ.} Οὐκ ἄρα ἡ θεότης ὑπέμεινε θάνατον, ἀλλὰ τὸ σῶμα τῷ χωρισμῷ τῆς ψυχῆς. {ΕΡΑΝ.} Τῶν ἀτόπων τούτων λόγων ἐγώ γε οὐκ ἀνέξομαι. {ΟΡΘ.} Τοῖς οἰκείοις οὖν διαμάχῃ λόγοις· σοὶ γὰρ οὗτοί γε, οὓς ἀτόπους ὠνόμασας. {ΕΡΑΝ.} Συκοφαντεῖς με ὅλως γε· τῶνδε γὰρ τῶν λόγων οὐδεὶς ἐμός. 224 {ΟΡΘ.} Ὅταν, τινὸς ἐρωτῶντος ποῖόν ἐστι τὸ ζῷον τὸ λογικὸν ὁμοῦ καὶ θνητόν, ἀποκρίναιτό τις καὶ εἴποι, ἄνθρωπος, τίνα ἂν καλέ σαις ἑρμηνέα τοῦ λόγου, τὸν ἐρόμενον ἢ τὸν ἀποκρινόμενον; {ΕΡΑΝ.} Τὸν ἀποκρινόμενον. {ΟΡΘ.} Εἰκότως ἄρα ἔφην σοὺς εἶναι τούσδε τοὺς λόγους· σὺ γὰρ δήπουθεν ἀποκρινόμενος καὶ τὰ μὲν ἀπαγορεύων, τὰ δὲ συνομολογῶν, ἐβεβαίους τοὺς λόγους. {ΕΡΑΝ.} Οὐκοῦν ἀποκρινοῦμαι μὲν οὐδαμῶς, ἐρήσομαι δὲ μόνον· σὺ δὲ ἀποκρίνου μοι. {ΟΡΘ.} Ἀποκρινοῦμαι. {ΕΡΑΝ.} Τί δήποτε πρὸς τὴν ἀποστολικὴν φὴς ῥῆσιν ἐκείνην· "Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν;" Ἐνταῦθα γὰρ οὔτε σώματος οὔτε ψυχῆς ἐμνημόνευσεν. {ΟΡΘ.} Οὐκοῦν οὐδὲ τὸ σαρκὶ προσθετέον ἐνταῦθα, τοῦτο δὴ τὸ ὑμέτερον τὸ κατὰ τῆς τοῦ λόγου θεότητος ἐξευρεθὲν ὑμῖν μηχάνημα· ἀλλὰ γυμνῇ τῇ τοῦ λόγου θεότητι προσαπτέον τὸ πάθος. {ΕΡΑΝ.} Οὐδαμῶς· σαρκὶ γὰρ πέπονθεν· ἡ δὲ ἀσώματος φύσις αὐτὴ καθ' αὑτὴν παθεῖν οὐχ οἵα τε ἦν. {ΟΡΘ.} Ἀλλ' οὐδὲν προσήκει τοῖς ἀποστολικοῖς προσθεῖναι ῥητοῖς. {ΕΡΑΝ.} Οὐδὲν ἄτοπον τὸν ἀποστολικὸν εἰδότα σκοπὸν τὸ ἐλλεῖπον προσθεῖναι. {ΟΡΘ.} Προσθεῖναι μέντοι τοῖς θείοις μανικόν ἐστι καὶ θρασύ· ἀναπτύσσειν δὲ τὰ γεγραμμένα καὶ τὴν κεκρυμμένην ἀποκαλύπτειν διάνοιαν ὅσιόν τε καὶ εὐαγές. {ΕΡΑΝ.} Ὀρθῶς ἔφης. {ΟΡΘ.} Οὐδὲν οὖν ἀπεικὸς οὐδὲ ἀνόσιον δρῴημεν ἂν καὶ ἡμεῖς ἐρευνῶντες τῶν γεγραμμένων τὸν νοῦν. {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Κοινῇ τοίνυν τὸ δοκοῦν κεκρύφθαι ζητήσωμεν. {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Ἀδελφὸν τοῦ κυρίου τὸν θεῖον Ἰάκωβον ὁ μέγας προσηγό-ρευσε Παῦλος. {ΕΡΑΝ.} Ἀληθές. 225 {ΟΡΘ.} Πῶς τοίνυν αὐτὸν νοήσομεν ἀδελφόν; πότερον τῇ τῆς θεό τητος ἢ τῇ τῆς ἀνθρωπότητος ἀγχιστείᾳ; {ΕΡΑΝ.} Τὰς ἡνωμένας φύσεις διελεῖν οὐκ ἀνέξομαι. {ΟΡΘ.} Καὶ μὴν πολλάκις διεῖλες ἐν τοῖς ἔμπροσθεν ἐξητασμένοις. Ταὐτὸ δὲ τοῦτο δράσεις καὶ νῦν. Εἰπὲ γάρ μοι, μονογενῆ τὸν θεὸν λόγον λέγεις υἱόν; {ΕΡΑΝ.} Οὕτω λέγω. {ΟΡΘ.} Ὁ δὲ μονογενὴς τὸν μόνον υἱὸν δηλοῖ; {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Ἥκιστα δὲ ἀδελφὸν ὁ μονογενὴς ἔχει; {ΕΡΑΝ.} Οὐδαμῶς ἔχει· οὐ γὰρ ἂν ἀδελφὸν ἔχων κληθείη μονο γενής. {ΟΡΘ.} Ψευδῶς ἄρα κεκλήκασι τὸν Ἰάκωβον ἀδελφὸν τοῦ κυρίου. Μονογενὴς γὰρ ὁ κύριος, ἥκιστα δὲ ἀδελφὸν ὁ μονογενὴς ἔχει. {ΕΡΑΝ.} Ἀλλ' οὐκ ἀσώματος ὁ κύριος, ἵνα μόνα τὰ τῇ θεότητι προσήκοντά φασι τῆς ἀληθείας οἱ κήρυκες. {ΟΡΘ.} Πῶς ἂν οὖν δείξαις ἀληθῆ τοῦ ἀποστόλου τὸν λόγον; {ΕΡΑΝ.} Λέγων ὅτι κατὰ σάρκα οὗτος τῆς δεσποτικῆς συγγενείας μετεῖχεν. {ΟΡΘ.} Ἰδοὺ πάλιν ἡμῖν εἰσήγαγες τὴν παρ' ὑμῶν κατηγορου μένην διαίρεσιν. {ΕΡΑΝ.} Οὐκ ἦν ἑτέρως τὴν συγγένειαν δεῖξαι. {ΟΡΘ.} Μὴ τοίνυν κατηγόρει τῶν ἑτέρως τὰ τοιαῦτα διαλύειν μὴ δυναμένων. {ΕΡΑΝ.} Εἰς ἕτερα τὸν λόγον ἀπάγεις ἐκκλῖναι θέλων τὸ πρόβλημα. {ΟΡΘ.} Οὐδαμῶς, ὦ ἀγαθέ· διὰ γὰρ δὴ τῶν