1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

58

ἁγιωτάτου ἐπισκόπου Αὐγουστίνου. Τοῦ αὐτοῦ ἐκ τῆς ἐπιστολῆς τῆς πρὸς Βολουσιανόν. Νῦν δὲ οὗτος μεταξὺ θεοῦ καὶ ἀνθρώπων ἀνεφάνη μεσίτης, ὥστε αὐτὸν ἐν τῇ τοῦ προσώπου ἑνότητι συνάπτειν ἑκατέραν τὴν φύσιν, καὶ τὰ ἐν ἔθει αὔξοντα τοῖς ἀληθέσι, καὶ τὰ ἀληθῆ συγκεράσαντα τοῖς ἐξ ἔθους. Τοῦ αὐτοῦ ἐν τῇ ἐκθέσει τοῦ εὐαγγελίου τοῦ κατὰ τὸν ἅγιον Ἰωάννην. Τί τοίνυν, αἱρετικέ, ἐπειδὴ Χριστός ἐστι θεὸς καὶ ἄνθρωπος, ἀλλ' εἰ μὲν ὡς ἄνθρωπος, συκοφαντεῖς δὲ θεόν; Ἐκεῖνος ἐν ἑαυτῷ τὴν ἀνθρωπίνην φύσιν ὑψοῖ, σὺ δὲ ἐκείνου τολμᾷς ἐξευτελίσαι τὴν θείαν. Τοῦ αὐτοῦ ἐν τῷ λόγῳ τῷ περὶ τῆς ἐκθέσεως τῆς πίστεως. Καὶ γὰρ ἡμέτερόν ἐστι τὸ πιστεύειν, ἐκείνου δὲ τὸ εἰδέναι, καὶ οὕτως αὐτὸς ὁ θεὸς λόγος τὸ πᾶν ὑποδεξάμενος ὅπερ ἐστὶν ἀνθρώπου, ἄνθρωπος ἔστω, καὶ ὁ προσληφθεὶς ἄνθρωπος ὑποδεξάμενος ἅπαν ὅπερ ἐστὶ θεοῦ, ἄλλο τι μὴ ἔστω πλὴν ὅπερ θεός. Ἀλλὰ μὴ ἐπειδὴ σεσαρκωμένος εἶναι λέγεται καὶ μικτός, μεμειῶσθαι τὴν αὐτοῦ 181 οὐσίαν νομιστέον. Οἶδε μιγνύναι θεὸς ἑαυτὸν δίχα τῆς οἰκείας φθορᾶς, καὶ μίγνυται μέν γε κατὰ ἀλήθειαν. Οἶδεν οὕτως ἐν ἑαυτῷ ὑποδέξασ θαι, ὥστε μηδὲν αὐτῷ προσθήκης αὐξάνεσθαι, καθὼς οἶδεν, ἑαυτὸν ὅλον ἐνέχεεν, ὥστε μηδὲν αὐτῷ συμβῆναι μειώσεως. Μὴ τοίνυν κατὰ τὴν τῆς ἡμετέρας ἀσθενείας ἔννοιαν, καὶ τὰ αἰσθητὰ τῆς πείρας διδάγματα στοχαζόμενοι ἐκ τῶν ἴσων τῶν ἑαυτοῖς μιγνυμένων κτισμάτων μεμίχθαι νομίσωμεν θεὸν καὶ ἄνθρωπον, καὶ τῇ τοιαύτῃ συγχύσει τοῦ τε λόγου καὶ τῆς σαρκὸς ὡσανεί τι σῶμα γενόμενον οὕτω πιστεύειν, μή πως τῷ τρόπῳ τῶν συγχυνομένων δύο φύσεις εἰς μίαν ὑπόστασιν ἐνηνέχθαι νομίσωμεν· ἡ γὰρ τοιαύτη μίξις ἐστὶν ἑκατέ ρου μέρους φθορά. Ὁ δὲ θεὸς ὁ χωρῶν, ἀλλὰ οὐ χωρούμενος, ἐρευνῶν, οὐκ ἐρευνώμενος, πληρῶν, ἀλλ' οὐ πληρούμενος, ἁπανταχοῦ ὁμοῦ ὢν ὅλος καὶ δι' ὅλου χωρῶν διὰ τοῦ ἐγχέαι τὴν ἑαυτοῦ δύναμιν, ὡς οἰκτίρ μων, ἐμίγη τῇ φύσει τῇ ἀνθρωπείᾳ, οὐ μὴν ἡ ἀνθρώπου φύσις ἐμίγη τῇ θείᾳ. Σευηριανοῦ ἐπισκόπου Γαβάλων. Εἰς τὴν γένναν τοῦ Χριστοῦ. Ὢ μυστηρίου ἀληθῶς οὐρανίου καὶ ἐπιγείου, κρατουμένου καὶ μὴ κρατουμένου, ὁρωμένου καὶ μὴ φαινομένου. Τοιοῦτος γὰρ ἦν καὶ ὁ γεννηθεὶς Χριστός, οὐράνιος καὶ ἐπίγειος, κρατούμενος καὶ μὴ κρατούμενος, ὁρώμενος καὶ ἀόρατος· οὐράνιος κατὰ τὴν τῆς θεότητος φύσιν, ἐπίγειος δὲ κατὰ τὴν τῆς ἀνθρωπότητος φύσιν· ὁρώμενος κατὰ τὴν σάρκα, ἀόρατος κατὰ τὸ πνεῦμα· κρατούμενος κατὰ τὸ σῶμα, ἀκράτητος κατὰ τὸν λόγον. Ἀττικοῦ ἐπισκόπου Κωνσταντινουπόλεως. Ἐκ τῆς πρὸς Εὐψύχιον ἐπιστολῆς. Τί τοίνυν ἐχρῆν τὸν πάνσοφον πραγματεύσασθαι; Μεσιτείᾳ τῆς προσληφθείσης σαρκὸς καὶ ἑνώσει τοῦ θεοῦ λόγου πρὸς τὸν ἐκ 182 Μαρίας ἄνθρωπον ἑκάτερα γίνεται, ὥστε τὸν ἐξ ἀμφοῖν ἡνωμένον Χριστόν, θεότητι μὲν διατιθέμενον ἐπὶ τοῦ οἰκείου μεῖναι τῆς ἀπα θοῦς φύσεως ἀξιώματος, σαρκὶ δὲ θανάτῳ προσομιλήσαντα, ὁμοῦ μὲν ἀποδεῖξαι τῇ ὁμοφύλῳ τῆς σαρκὸς φύσει τὴν κατὰ τοῦ θανάτου διὰ τοῦ θανάτου ὑπεροψίαν, ὁμοῦ δὲ κρατύνεσθαι τῇ τελευτῇ τῆς καινῆς διαθήκης τὰ δίκαια. Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας. Ἐκ τῆς πρὸς Νεστόριον ἐπιστολῆς. Καὶ ὅτι διάφοροι μὲν αἱ πρὸς ἑνότητα τὴν ἀληθινὴν συνενεχθεῖσαι φύσεις, εἷς δὲ ἐξ ἀμφοῖν θεὸς καὶ υἱός, οὐχ ὡς τῆς τῶν φύσεων δια φορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς τοὺς Ἀνατολικοὺς ἐπιστολῆς. ∆ύο γὰρ φύσεων ἕνωσις γέγονε· διὸ ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον ὁμολογοῦμεν. Κατὰ ταύτην τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν ὁμο λογοῦμεν τὴν ἁγίαν παρθένον θεοτόκον, διὰ τὸ τὸν τοῦ θεοῦ λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι, καὶ ἐξ αὐτῆς τῆς συλλήψεως ἑνῶσαι ἑαυτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Εἷς γὰρ κύριος Ἰησοῦς Χριστός, κἂν ἡ τῶν φύσεων μὴ ἀγνοῆται διαφορά, ἐξ ὧν τὴν ἀπόρρητον ἕνωσιν πεπράχθαι φαμέν. Τοῦ αὐτοῦ. Ἐννοοῦντες τοίνυν, ὡς ἔφην, τῆς ἐνανθρωπήσεως τὸν