1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

63

τοῖς μορίοις τοῦ σώματος, χρώμασι δὲ καὶ ὕλαις ταῖς εἰς ἑκάτερα προσφόροις. {ΕΡΑΝ.} Ἔοικεν. {ΟΡΘ.} Εἰ τοίνυν συναμαρτάνει τῷ σώματι, μᾶλλον δὲ ἄρχει τῆς ἁμαρτίας (ἡνιοχεῖν γὰρ τὸ ζῷον καὶ κυβερνᾶν ἐπιστεύθη), τί δήποτε κοινωνοῦσα τῆς ἁμαρτίας οὐ κοινωνεῖ τῆς τιμωρίας; {ΕΡΑΝ.} Καὶ πῶς οἷον τ' ἦν τὴν ἀθάνατον θανάτου μεταλαχεῖν; {ΟΡΘ.} ∆ίκαιον δὲ ἦν ὅμως μετασχοῦσαν τῆς παραβάσεως μετα σχεῖν τῆς κολάσεως. {ΕΡΑΝ.} ∆ίκαιον. {ΟΡΘ.} Οὐ μετέλαχε δέ. {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Ἐν δέ γε τῷ μέλλοντι βίῳ μετὰ τοῦ σώματος τῇ γεέννῃ παραδοθήσεται. {ΕΡΑΝ.} Οὕτως ὁ κύριος εἴρηκε· "Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτε νόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβηθήτε δὲ μᾶλλον τὸν καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα δυνάμενον ἀπολέσαι ἐν γεέννῃ." {ΟΡΘ.} Οὐκοῦν ἐν μὲν τῷδε τῷ βίῳ διέφυγε τὸν θάνατον ὡς ἀθάνα τος· ἐν ἐκείνῳ δὲ τῷ βίῳ δώσει δίκας οὐ θάνατον ὑπομένουσα, ἀλλ' ἐν ζωῇ κολαζομένη. {ΕΡΑΝ.} Ἡ θεία καὶ τοῦτο διδάσκει γραφή. {ΟΡΘ.} Ἀδύνατον ἄρα θάνατον ὑπομεῖναι τὴν ἀθάνατον φύσιν. {ΕΡΑΝ.} Οὕτω πέφανται. {ΟΡΘ.} Πῶς τοίνυν τὸν θεὸν λόγον γεύσασθαι θανάτου φατέ; Εἰ 193 γὰρ ἔνθα κτιστὸν τὸ ἀθάνατον ἀδύνατον ὤφθη τοῦτο γενέσθαι θνητόν, πῶς οἷόν τε τὸν ἀκτίστως καὶ ἀϊδίως ἀθάνατον τὸν τῶν θνητῶν καὶ ἀθανάτων φύσεων ποιητὴν θανάτου μεταλαχεῖν; {ΕΡΑΝ.} Ἴσμεν αὐτοῦ καὶ ἡμεῖς τὴν φύσιν ἀθάνατον, σαρκὶ δὲ αὐτόν φαμεν μετεσχηκέναι θανάτου. {ΟΡΘ.} Ἀλλὰ διαρρήδην ἡμεῖς ἀπεδείξαμεν, ὡς κατ' οὐδένα τρόπον θανάτου μετασχεῖν δυνατὸν τὸ φύσει ἀθάνατον. Οὐδὲ γὰρ ἡ ψυχὴ συνδημιουργηθεῖσα καὶ συναφθεῖσα τῷ σώματι καὶ συμμετασχοῦσά γε τῆς ἁμαρτίας, ἐκείνῳ ἐκοινώνησε τοῦ θανάτου διὰ μόνην τὴν ἀθανασίαν τῆς φύσεως. Ταὐτὸ δὲ τοῦτο καὶ ἑτέρως σκοπήσωμεν. {ΕΡΑΝ.} Οὐδὲν κωλύει πάντα κινῆσαι πόρον, ὥστε τ' ἀληθὲς ἐξευρεῖν. {ΟΡΘ.} Ζητήσωμεν τοίνυν ὡδί. Τῆς ἀρετῆς καὶ τῆς κακίας φαμέν τινας μὲν εἶναι διδασκάλους, τινὰς δὲ τούτων αὐτῶν φοιτητάς; {ΕΡΑΝ.} Φαμέν. {ΟΡΘ.} Τὸν δέ γε τῆς ἀρετῆς διδάσκαλον μειζόνων εἶναι λέγομεν ἄξιον ἀντιδόσεων; {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Ὡσαύτως δὲ καὶ τὸν τῆς κακίας διπλασίας καὶ τριπλασίας λέγεις ἄξιον τιμωρίας; {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Τὸν δὲ διάβολον ποίας θετέον μερίδος; διδάσκαλον εἶναί φαμεν ἢ μαθητήν; {ΕΡΑΝ.} ∆ιδασκάλων μὲν οὖν διδάσκαλον. Αὐτὸς γὰρ πάσης ἐστὶ κακίας καὶ πατὴρ καὶ διδάσκαλος. {ΟΡΘ.} Τίνες δὲ ἄρα τούτου ἀνθρώπων πρῶτοι γεγένηνται μαθηταί; {ΕΡΑΝ.} Ὁ Ἀδὰμ καὶ ἡ Εὔα. {ΟΡΘ.} Τίνες δὲ τὴν ψῆφον τοῦ θανάτου ἐδέξαντο; {ΕΡΑΝ.} Ὁ Ἀδὰμ καὶ πᾶν τοῦδε τὸ γένος. {ΟΡΘ.} Οἱ μαθηταὶ ἄρα δίκας ἔδοσαν ὑπὲρ ὧν κακῶς ἐδιδάχθησαν· ὁ δέ γε διδάσκαλος, ὃν ἀρτίως εἰρήκαμεν διπλασίας εἶναι καὶ τριπλα σίας κολάσεως ἄξιον, τὴν τιμωρίαν διέφυγεν; {ΕΡΑΝ.} Ἔοικεν. 194 {ΟΡΘ.} Ἀλλ' ὅμως καὶ τούτων οὕτω γεγενημένων, δίκαιον τὸν κριτὴν καὶ ἴσμεν καὶ ὀνομάζομεν. {ΕΡΑΝ.} Μάλιστα. {ΟΡΘ.} Τί δήποτε τοίνυν δίκαιος ὢν οὐκ εἰσέπραξεν ἐκεῖνον τῆς κακῆς διδασκαλίας εὐθύνας; {ΕΡΑΝ.} Αὐτῷ τὴν ἄσβεστον τῆς γεέννης κατεσκεύασε φλόγα. "Πορεύεσθε, γάρ φησιν, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ." Ἐνταῦθα δὲ τού του χάριν οὐκ ἐκοινώνησεν τοῦ θανάτου τοῖς μαθηταῖς, ὡς φύσιν ἔχων ἀθάνατον. {ΟΡΘ.} Οὐδὲ οἱ τὰ μέγιστα ἄρα πλημμελήσαντες θανάτου οἷοί τε μετασχεῖν, εἰ φύσιν ἀθάνατον ἔχοιεν. {ΕΡΑΝ.} Ὡμολόγηται. {ΟΡΘ.} Εἰ τοίνυν οὐδὲ αὐτὸς ὁ τῆς κακίας εὑρετὴς καὶ διδάσκαλος μετέλαχε θανάτου διὰ τὴν ἀθανασίαν τῆς φύσεως, πῶς οὐ πεφρίκατε λέγοντες τὴν τῆς ἀθανασίας καὶ δικαιοσύνης πηγὴν μετεσχηκέναι θανάτου; {ΕΡΑΝ.} Εἰ μὲν ἀκουσίως αὐτὸν ὑπομεμενηκέναι τὸ πάθος λέγομεν, ἔσχεν ἂν πρόφασιν ἡ καθ' ἡμῶν παρ' ὑμῶν γινομένη κατηγορία δικαίαν. Εἰ δ' αὐθαίρετον τὸ πάθος καὶ ὁ θάνατος ἐθελούσιος κηρύσσε ται παρ' ἡμῶν, οὐ κατηγορεῖν ἡμῶν, ἀλλ' ὑμνεῖν προσήκει τὴν τῆς