1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

37

λόγου φύσιν σεσαρ κωμένην. {ΟΡΘ.} Οὐδέ γε ἡμεῖς, ὦ ἀγαθέ, δύο φύσεις τοῦ θεοῦ λόγου σεσαρ κῶσθαί φαμεν· μίαν γὰρ ἴσμεν τοῦ θεοῦ λόγου τὴν φύσιν· ἀλλὰ τὴν σάρκα, ᾗ χρησάμενος ἐσαρκώθη, ἑτέρας εἶναι φύσεως ἐδιδάχθημεν. Οἶμαι δέ γε τοῦτο καί σε συνομολογεῖν. Εἰπὲ τοίνυν, τὴν σάρκωσιν κατὰ τροπήν τινα γεγενῆσθαι λέγεις; {ΕΡΑΝ.} Οὐκ οἶδα τὸν τρόπον, πιστεύω δὲ αὐτὸν σαρκωθῆναι. {ΟΡΘ.} Κακούργως προὐβάλου τὴν ἄγνοιαν καὶ τοῖς Φαρισαίοις παραπλησίως. Καὶ γὰρ ἐκεῖνοι, τῆς δεσποτικῆς ἐρωτήσεως τὸ ἰσχυρὸν θεασάμενοι, εἶτα τὸν ἔλεγχον ὑπειδόμενοι, τό, "Οὐκ οἴδα μεν," εἶπον. Ἐγὼ δὲ βοῶ διαρρήδην, ὡς ἡ θεία σάρκωσις ἐλευθέρα τροπῆς. Εἰ γὰρ κατ' ἀλλοίωσίν τινα καὶ τροπὴν ἐσαρκώθη, οὐδαμῶς 137 αὐτῷ μετὰ τὴν τροπὴν ἁρμόττει τὰ θεῖα τῶν ὀνομάτων τε καὶ πραγ μάτων. {ΕΡΑΝ.} Ὡμολογήσαμεν πολλάκις ἄτρεπτον εἶναι τὸν θεὸν λόγον. {ΟΡΘ.} Τοιγαροῦν σάρκα λαβὼν ἐσαρκώθη. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Οὐκοῦν ἄλλη μὲν ἡ σαρκωθεῖσα τοῦ θεοῦ λόγου φύσις, ἄλλη δὲ ἡ τῆς σαρκός, ἣν ἀναλαβοῦσα ἡ θεία τοῦ λόγου φύσις ἐσαρκώθη καὶ ἐνηνθρώπησεν. {ΕΡΑΝ.} Ὡμολόγηται. {ΟΡΘ.} Οὐκοῦν ἐτράπη εἰς σάρκα; {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} Εἰ τοίνυν οὐ τραπεὶς ἀλλὰ σάρκα λαβὼν ἐσαρκώθη, ἁρ μόττει δὲ αὐτῷ καὶ ταῦτα κἀκεῖνα ὡς σαρκωθέντι θεῷ· τοῦτο γὰρ εἶπας ἀρτίως· οὐ συνεχύθησαν αἱ φύσεις, ἀλλ' ἔμειναν ἀκραιφνεῖς. Οὕτω γὰρ νοοῦντες καὶ τὴν τῶν εὐαγγελιστῶν συμφωνίαν ὀψόμεθα. Τοῦ γὰρ ἑνὸς μονογενοῦς, τοῦ δεσπότου λέγω Χριστοῦ, ὁ μὲν τὰ θεῖα κηρύττει, ὁ δὲ τὰ ἀνθρώπινα. Οὕτω δὲ νοεῖν καὶ αὐτὸς ὁ δεσπότης ἡμᾶς διδάσκει Χριστός· νῦν μὲν γὰρ ἑαυτὸν υἱὸν προσαγορεύει θεοῦ, νῦν δὲ υἱὸν ἀνθρώπου· καὶ ποτὲ μὲν ὡς γεγεννηκυῖαν τὴν μητέρα τιμᾷ, ποτὲ δὲ ὡς δεσπότης ἐπιτιμᾷ· καὶ νῦν μὲν τοὺς υἱὸν ∆αβὶδ ὀνομάζον τας ἀποδέχεται, νῦν δὲ διδάσκει τοὺς ἀγνοοῦντας ὡς οὐ μόνον υἱός ἐστιν, ἀλλὰ καὶ κύριος τοῦ ∆αβίδ. Καὶ καλεῖ μὲν τὴν Ναζαρὲτ καὶ τὴν Καπερναοὺμ πατρίδα· βοᾷ δὲ πάλιν· "Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι." Παμπόλλων δὲ τοιούτων εὑρήσεις ἀνάπλεω τὴν θείαν γραφήν. Ταῦτα δὲ οὐ μιᾶς φύσεως, ἀλλὰ δύο δηλωτικά. {ΕΡΑΝ.} Ὁ δύο φύσεις ἐν τῷ Χριστῷ θεωρῶν εἰς δύο υἱοὺς μερίζει τὸν ἕνα μονογενῆ. {ΟΡΘ.} Οὐκοῦν καὶ τὸν Παῦλον ἐκ ψυχῆς λέγων καὶ σώματος δύο Παύλους τὸν ἕνα Παῦλον ἀπέφηνας. {ΕΡΑΝ.} Ἀπεοικὸς τὸ παράδειγμα. {ΟΡΘ.} Οἶδα κἀγώ. Ἐνταῦθα γὰρ φυσικὴ τῶν ὁμοχρόνων καὶ 138 κτιστῶν καὶ ὁμοδούλων ἡ ἕνωσις· ἐπὶ δὲ τοῦ δεσπότου Χριστοῦ τὸ ὅλον εὐδοκίας ἐστί, καὶ φιλανθρωπίας καὶ χάριτος. Πλὴν καὶ φυσικῆς ἐνταῦθα τῆς ἑνώσεως οὔσης, ἀκέραια μεμένηκε τὰ τῶν φύσεων ἴδια. {ΕΡΑΝ.} Εἰ διέμεινεν ἀμιγῆ τὰ τῶν φύσεων ἴδια, πῶς μετὰ τοῦ σώματος ὀρέγεται τροφῆς ἡ ψυχή; {ΟΡΘ.} Οὐχ ἡ ψυχὴ τροφῆς ὀριγνᾶται· πῶς γὰρ ἥ γε ἀθάνατος καὶ κρείττων τροφῆς; Ἀλλὰ τὸ σῶμα τὴν ζωτικὴν δύναμιν παρὰ τῆς ψυχῆς κομιζόμενον αἰσθάνεται τῆς ἐνδείας, καὶ προσλαβεῖν τὸ ἐλλεῖ πον ἐφίεται· οὕτω καὶ ἀναπαύλης μετὰ πόνον ἱμείρεται, καὶ μετὰ ἐγρήγορσιν ὕπνου, καὶ τῶν ἄλλων ὡσαύτως. Αὐτίκα τοίνυν μετὰ τὴν διάλυσιν τὴν ζωτικὴν οὐκ ἔχον ἐνέργειαν οὐδὲ ὀρέγεται τοῦ ἐλλείπον τος, καὶ μὴ προσλάμβανον ὑπομένει φθοράν. {ΕΡΑΝ.} Ὁρᾷς ὅτι τῆς ψυχῆς ἐστι τὸ πεινῆν καὶ διψῆν, καὶ τὰ τούτοις προσόμοια; {ΟΡΘ.} Εἰ τῆς ψυχῆς ταῦτα ἦν, καὶ μετὰ τὴν ἀπαλλαγὴν ἂν τοῦ σώματος καὶ τὴν πείναν ὑπέμεινε καὶ τὸ δίψος, καὶ τὰ ἄλλα ὡσαύτως. {ΕΡΑΝ.} Τίνα οὖν φὴς εἶναι ἴδια τῆς ψυχῆς; {ΟΡΘ.} Τὸ λογικόν, τὸ ἁπλοῦν, τὸ ἀθάνατον, τὸ ἀόρατον. {ΕΡΑΝ.} Τίνα δὲ τοῦ σώματος; {ΟΡΘ.} Τὸ σύνθετον, τὸ ὁρατόν, τὸ θνητόν. {ΕΡΑΝ.} Ἐκ δὲ τούτων φαμὲν συγκεῖσθαι τὸν ἄνθρωπον; {ΟΡΘ.} Οὕτω φαμέν. {ΕΡΑΝ.} Ὁριζόμεθα οὖν τὸν ἄνθρωπον ζῷον λογικὸν θνητόν; {ΟΡΘ.} Ὡμολόγηται. {ΕΡΑΝ.} Καὶ ἐκ τούτων κἀκείνων αὐτὸν ὀνομάζομεν; {ΟΡΘ.} Ἀληθές. {ΕΡΑΝ.} Ὥσπερ τοίνυν οὐ διαιροῦμεν ἐνταῦθα, ἀλλὰ τὸν αὐτὸν καλοῦμεν καὶ λογικὸν καὶ θνητόν· οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ