1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

59

τρόπον, ὁρῶμεν ὅτι δύο φύσεις συνῆλθον ἀλλήλαις καθ' ἕνωσιν ἀδιάσπαστον ἀσυγχύ τως καὶ ἀδιαιρέτως. Ἡ γὰρ σὰρξ σάρξ ἐστι καὶ οὐ θεότης, εἰ καὶ γέγονε θεοῦ σάρξ. Ὁμοίως δὲ καὶ ὁ λόγος θεός ἐστι καὶ οὐ σάρξ, εἰ καὶ ἰδίαν ἐποιήσατο τὴν σάρκα οἰκονομικῶς. Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς. Εἰ γὰρ καὶ νοοῖντο διάφοροι καὶ ἀλλήλαις ἄνισοι τῶν εἰς ἑνότητα συνδεδραμηκότων αἱ φύσεις, σαρκὸς δὲ λέγω καὶ θεοῦ, ἀλλ' οὖν εἷς γε μόνος ὁ ἐξ ἀμφοῖν υἱός. 183 Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας. Κἂν εἰ λέγοιτο τυχὸν ἡνῶσθαι σαρκὶ καθ' ὑπόστασιν ὁ μονογενὴς τοῦ θεοῦ λόγος, οὐκ ἀνάχυσίν τινα τὴν εἰς ἀλλήλας τῶν φύσεων πεπράχθαι φαμέν, οὔσης δὲ μᾶλλον ἑκατέρας τοῦθ' ὅπερ ἐστίν. Τοῦ αὐτοῦ ἐκ τοῦ ἀπὸ τῶν Σχολίων. Ἄνθρωπος ὠνόμασται, καίτοι κατὰ φύσιν ὑπάρχων θεός, ὁ ἐκ παρθέ νου πατρὸς λόγος, ὡς μετεσχηκὼς αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν. Ὤφθη γὰρ οὕτω τοῖς ἐπὶ γῆς, καὶ οὐ μεθεὶς ὅπερ ἦν, ἀλλ' ἐν προσλήψει γεγονὼς τῆς καθ' ἡμᾶς ἀνθρωπότητος τελείως ἐχούσης κατὰ τὸν ἴδιον λόγον. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ τῆς ἐνανθρωπήσεως λόγου. Εἷς οὖν ἄρα ἐστὶ καὶ πρὸ τῆς ἐνανθρωπήσεως θεὸς ἀληθής, καὶ ἐν ἀνθρωπότητι μεμενηκὼς ὅπερ ἦν καὶ ἔστι καὶ ἔσται. Οὐ διαιρετέον οὖν ἄρα τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν εἰς ἄνθρωπον ἰδικῶς καὶ εἰς θεὸν ἰδικῶς· ἀλλ' ἕνα καὶ τὸν αὐτὸν Χριστὸν Ἰησοῦν εἶναί φαμεν, τὴν τῶν φύσεων εἰδότες διαφορὰν καὶ ἀσυγχύτους ἀλλήλαις διατηροῦντες αὐτάς. Τοῦ αὐτοῦ μετὰ τὰ ἄλλα. Νόει γὰρ πάντως ὡς ἕτερον ἐν ἑτέρῳ τὸ κατοικοῦν, τουτέστιν, ἡ θεία φύσις ἐν ἀνθρωπότητι, καὶ οὐ παθοῦσα φυρμὸν ἢ ἀνάχυσίν τινα καὶ μετάστασιν ἦν εἰς ὅπερ οὐκ ἦν. Τὸ γὰρ οἰκεῖν ἑτέρῳ λεγόμενον οὐκ αὐτὸ γέγονεν ὅπερ ἐστὶν ἐν ᾧ κατοικεῖ, νοεῖται δὲ μᾶλλον ἕτερον ἐν ἑτέρῳ. Ἐν δέ γε τῇ φύσει τοῦ λόγου καὶ τῆς ἀνθρωπότητος μόνην ἡμῖν σημαίνει διαφοράν. Εἷς γὰρ ἐξ ἀμφοῖν νοεῖται Χριστός. Οὐκοῦν τὸ ἀσύγχυτον εὖ μάλα τετηρηκώς φησιν ἐν ἡμῖν ἐσκηνωκέναι τὸν λόγον. Ἕνα γὰρ υἱὸν οἶδε μονογενῆ τὸν σάρκα γενόμενον καὶ ἐνανθρωπή σαντα. {ΟΡΘ.} Ἀκήκοας, ὦ ἀγαθέ, τῶν μεγάλων τῆς οἰκουμένης φωστή ρων, καὶ τὰς τῆς διδασκαλίας ἀκτῖνας ἑώρακας· καὶ μεμάθηκας ἀκριβῶς ὡς οὐ μόνον μετὰ τὸν τόκον, ἀλλὰ καὶ μετὰ τὸ σωτήριον 184 πάθος καὶ τὴν ἀνάστασιν καὶ τὴν ἀνάληψιν τὴν ἕνωσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ἀσύγχυτον ἔδειξαν. {ΕΡΑΝ.} Οὐκ ᾤμην αὐτοὺς διαιρεῖν τὰς φύσεις μετὰ τὴν ἕνωσιν, πολλὴν δὲ εὗρον διαιρέσεως ἀμετρίαν. {ΟΡΘ.} Μανικόν ἐστι καὶ θρασὺ κατὰ τῶν γενναίων ἐκείνων καὶ τῆς πίστεως ἀριστέων τὴν γλῶτταν κινεῖν. Ἵνα δὲ γνῷς ὡς καὶ Ἀπολινάριος ἀσύγχυτον λέγει γεγενῆσθαι τὴν ἕνωσιν, προσοίσω σοι καὶ τὰς τούτου φωνάς. Ἄκουσον τοίνυν αὐτοῦ λέγοντος. Ἀπολιναρίου. Ἐκ τοῦ κατὰ κεφάλαιον βιβλίου. Ἑνοῦται ἄρα τὰ θεοῦ καὶ σώματος. ∆ημιουργὸς προσκυνητός, σοφία καὶ δύναμις ὑπάρχων αἰώνιος· ἀπὸ θεότητος ταῦτα. Υἱὸς Μαρίας ἐπ' ἐσχάτου χρόνου τεχθείς, προσκυνῶν θεόν, σοφίᾳ προκόπτων, δυνάμει κραταιούμενος· ταῦτα ἀπὸ σώματος. Τὸ μὲν ὑπὲρ ἁμαρτίας πάθος καὶ ἡ κατάρα παρῆλθεν, καὶ μετέπεσεν εἰς ἀπάθειαν καὶ εὐλογίαν· ἡ δὲ σὰρξ οὐ παρῆλθεν, οὐδὲ παρελεύσεται, οὐδὲ εἰς ἀσώματον μεταβληθή σεται. Καὶ αὖθις μετὰ βραχέα. Οἱ ἄνθρωποι τοῖς ἀλόγοις ζῴοις ὁμοούσιοι κατὰ τὸ σῶμα τὸ ἄλογον, ἑτεροούσιοι δὲ καθὸ λογικοί. Οὕτω καὶ ὁ θεὸς ἀνθρώποις ὁμοούσιος ὢν κατὰ τὴν σάρκα, ἑτεροούσιός ἐστι καθὸ λόγος καὶ θεός. Καὶ ἑτέρωθι δὲ οὕτω φησί. Τῶν συγκιρναμένων αἱ ποιότητες κεράννυνται καὶ οὐκ ἀπόλλυνται, ὥστε τρόπον τινὰ καὶ διίστανται ἀπὸ τῶν συγκερασθέντων, καθάπερ οἶνος ἀπὸ ὕδατος. Οὐδὲ πρὸς σῶμα σύγκρασις, οὐδὲ οἵα σωμάτων πρὸς σώματα, ἀλλ' ἔχουσα καὶ τὸ ἀμιγές, ὥστε καὶ πρὸς τὸ δέον ἑκάστοτε τὴν τῆς θεότητος ἐνέργειαν ἢ ἰδιάζειν ἢ ἐπιμίγνυσθαι, καθὰ γέγονεν ἐπὶ τῆς νηστείας τοῦ κυρίου. Ἐπιμιγνυμένης μὲν τῆς θεότη τος κατὰ τὸ