1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

94

∆αβὶδ κατὰ τὴν ἐπαγγελίαν ἔλαβεν ἀπαρχήν.

ΟΤΙ ΑΣΥΓΧΥΤΟΣ Η ΕΝΩΣΙΣ

αʹ. Οἱ μίαν φύσιν θεότητός τε καὶ ἀνθρωπότητος μετὰ τὴν ἕνωσιν γεγενῆσθαι πιστεύοντες ἀναιροῦσι τῷδε τῷ λόγῳ τὰς τῶν φύσεων ἰδιότητας· ἡ δὲ τούτων ἀναίρεσις ἑκατέρας φύσεως ἄρνησις. Οὐ γὰρ ἐᾷ νοεῖν τῶν ἑνωθέντων ἡ σύγχυσις, οὔτε σάρκα τὴν σάρκα, οὔτε θεὸν τὸν θεόν. Εἰ δὲ καὶ μετὰ τὴν ἕνωσιν εὐκρινὲς τὸ τῶν ἑνωθέντων διά φορον, οὐκ ἄρα σύγχυσις γέγονεν, ἀλλ' ἀσύγχυτος ἕνωσις. Εἰ δὲ τοῦτο συνωμολόγηται, οὐ μία ἄρα φύσις ὁ δεσπότης Χριστός, ἀλλ' εἷς υἱός, φύσιν ἑκατέραν ἐπιδεικνὺς ἀκραιφνῆ. βʹ. Ἄλλως. Τὴν ἕνωσιν καὶ ἡμεῖς φαμεν, καὶ αὐτοὶ δὲ συνομο λογοῦσιν ἐν τῇ συλλήψει γενέσθαι. Εἰ τοίνυν κεκέρακε τὰς φύσεις ἡ ἕνωσις καὶ συνέχεε, πῶς ἡ σὰρξ μετὰ τὸν τόκον οὐδὲν ἔχουσα καινὸν ἑωρᾶτο, ἀλλὰ καὶ τὸν ἀνθρώπινον ἐδείκνυ χαρακτῆρα, καὶ τοῦ βρέ φους τὰ μέτρα διέσωζε, καὶ τῶν σπαργάνων ἠνείχετο, καὶ τὴν μητρῴαν εἷλκε θηλήν; Εἰ δὲ κατὰ φαντασίαν ταῦτά γε καὶ δόκησιν τετέλεσται, κατὰ φαντασίαν ἄρα καὶ δόκησιν καὶ ἡμεῖς τῆς σωτηρίας ἀπολελαύκαμεν· εἰ δὲ καὶ αὐτοί γε οὗτοι τὴν φαντασίαν καὶ δόκησιν, ὥς φασιν, οὐ προσίενται, ἀληθῶς ἄρα σῶμα ἦν τὸ ὁρώμενον. Εἰ δὲ τοῦτο συνωμολόγηται, οὐκ ἄρα συνέχεε τὰς φύσεις ἡ ἕνωσις, ἀλλ' ἑκατέρα μεμένηκεν ἀκραιφνής. γʹ. Ἄλλως. Οἱ τὴν ποικίλην ταύτην συντεθεικότες καὶ πολύμορφον αἵρεσιν, ποτὲ μὲν σάρκα γεγενῆσθαι τὸν θεὸν λόγον φασί, ποτὲ δὲ τὴν σάρκα λέγουσι τὴν εἰς θεότητος φύσιν δεδέχθαι μεταβολήν. Ἑκάτερος δὲ λόγος ἕωλός τε καὶ μάταιος καὶ ψεύδους ἀνάμεστος. Εἰ μὲν γὰρ ὁ 258 θεὸς λόγος κατὰ τὸν αὐτῶν γε λόγον ἐγένετο σάρξ, τί δήποτε αὐτὸν θεὸν ὀνομάζουσι, καὶ τοῦτό γε μόνον, ἄνθρωπον δὲ προσονομάζειν οὐ θέλουσιν, ἀλλὰ καὶ ἡμῶν μετὰ τοῦ θεὸν ὁμολογεῖν καὶ ἄνθρωπον εἶναι λεγόντων σφόδρα κατηγοροῦσιν; Εἰ δέ γε ἡ σὰρξ εἰς θεότητος μετεβλήθη φύσιν, τοῦ δὴ χάριν μεταλαμβάνουσι τῶν ἀντιτύπων τοῦ σώματος; περιττὸς γὰρ ὁ τύπος τῆς ἀληθείας ἀνῃρημένης. δʹ. Ἄλλως. Ἀσώματος σωματικῶς οὐ περιτέμνεται φύσις. Τὸ δὲ σωματικῶς πρόσκειται διὰ τὴν πνευματικὴν τῆς καρδίας περιτομήν. Σώματος οὖν δήπουθεν ἡ περιτομή. Περιετμήθη δὲ Χριστός· σῶμα ἄρα εἶχεν ὁ δεσπότης Χριστός. Εἰ δὲ τοῦτο συνωμολόγηται, καὶ ὁ τῆς συγχύσεως ἄρα διελήλεκται λόγος. εʹ. Ἄλλως. Πεινῆσαι μέντοι καὶ διψῆσαι τὸν σωτῆρα Χριστὸν μεμαθήκαμεν, καὶ ἀληθῶς γε ταῦτα καὶ οὐ δοκήσει γεγενῆσθαι πιστεύομεν. Ταῦτα δὲ οὐκ ἀσωμάτου φύσεως, ἀλλὰ σώματος ἴδια. Σῶμα ἄρα εἶχεν ὁ δεσπότης Χριστός, δεξάμενον πρὸ τῆς ἀναστάσεως τῆς φύσεως τὰ παθήματα. Μαρτυρεῖ δὲ τούτοις καὶ ὁ θεῖος ἀπόστολος· "Οὐ γὰρ ἔχομεν, φησίν, ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ' ὁμοιότητα, χωρὶς ἁμαρτίας." Ἡ ἁμαρτία γὰρ οὐ τῆς φύσεως, ἀλλὰ τῆς κακῆς προαιρέσεως. ʹ. Ἄλλως. Περὶ τῆς θείας φύσεως ὁ προφήτης ἔφη ∆αβίδ· "Οὐ μὴ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάττων τὸν Ἰσραήλ." Ἡ δὲ τῶν εὐαγγελίων ἱστορία καθεύδοντα δείκνυσιν ἐν τῷ πλοίῳ τὸν δεσπότην Χριστόν. Ἐναντίον δὲ τῷ μὴ ὑπνοῦν τὸ καθεύδειν· ἐναντία δήπου τοῖς εὐαγγελικοῖς τὰ προφητικά, εἴπερ ἄρα, κατὰ τὸν ἐκείνων λόγον, μόνον θεὸς ὁ δεσπότης Χριστός. Ἀλλὰ μὴν οὐκ ἐναντία· ἑνὸς γὰρ πνεύματος ταῦτα κἀκεῖνα τὰ νάματα. Σῶμα ἄρα εἶχεν ὁ δεσπότης Χριστός, τοῖς ἄλλοις σώμασι συγγενές, τοῦ ὕπνου τὴν χρείαν δεξά μενον, καὶ ὁ τῆς συγχύσεως λόγος ἀποδέδεικται μῦθος. ζʹ. Ἄλλως. Ὁ προφήτης Ἡσαΐας περὶ τῆς θείας εἴρηκε φύσεως·"Οὐ πεινάσει, οὐδὲ κοπιάσει," καὶ τὰ ἑξῆς· καὶ ὁ εὐαγγελιστὴς δέ 259 φησιν· "Ἰησοῦς δὲ κεκοπιακὼς ἐκ τῆς