1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

13

ἄρχοντα καὶ προστάσσοντα ἐν ἔθνεσιν. Ἰδοὺ ἔθνη ἃ οὐκ οἴδασί σε ἐπικαλέσονταί σε, καὶ λαοὶ οἳ οὐκ ἐπίστανταί σε ἐπὶ σὲ καταφεύξονται." Ταῦτα δὲ οὐδενὶ τῶν ἐκ ∆αβὶδ ἁρμόττει. Τίς γὰρ τῶν ἐκ ∆αβίδ, κατὰ τὸν Ἡσαΐαν, ἄρχων ἐθνῶν ἀνεδείχθη; Ποῖα δὲ ἔθνη τινὰ τῶν ἐκ ∆αβὶδ οἷα δὴ θεὸν ἐπεκαλέσαντο προσευχόμενα; {ΕΡΑΝ.} Περὶ τῶν ἐναργῶν οὐ προσήκει μηκύνειν· καὶ ταῦτα γὰρ ἀληθῶς τῷ δεσπότῃ προσῆκε Χριστῷ. {ΟΡΘ.} Οὐκοῦν εἰς ἑτέραν μεταβῶμεν προφητικὴν μαρτυρίαν, καὶ τοῦ αὐτοῦ προφήτου λέγοντος ἐπακούσωμεν· "Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται." {ΕΡΑΝ.} Ταύτην οἶμαι τὴν προφητείαν περὶ τοῦ Ζοροβάβελ γεγράφ θαι. {ΟΡΘ.} Ἐὰν καὶ τῶν ἑξῆς ἐπακούσῃς, οὐκ ἐμμενεῖς σου τῇ δόξῃ. Οὕτω γὰρ οὔτε Ἰουδαῖοι τήνδε τὴν πρόρρησιν νενοήκασιν. Ἐπάγειγὰρ ὁ προφήτης· "Καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου θεοῦ ἐμπλήσει αὐτόν." Ταῦτα δὲ οὐκ ἄν τις ἀνθρώπῳ ψιλῷ προσαρμόσειε· καὶ γὰρ τοῖς ἄγαν ἁγίοις κατὰ διαίρεσιν δίδοται τοῦ πνεύματος τὰ χαρίσματα. Καὶ μάρτυς ὁ θεῖος 86 ἀπόστολος λέγων· "Ὧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα," καὶ τὰ ἑξῆς. Ἐνταῦθα δὲ ὁ προφήτης τὸν ἐκ ῥίζης Ἰεσσαὶ βλαστήσαντα πάσας εἴρηκεν ἔχειν τὰς ἐνεργείας τοῦ πνεύματος. {ΕΡΑΝ.} Τούτοις ἀντιτείνειν μανία σαφής. {ΟΡΘ.} Οὐκοῦν ἄκουσον καὶ τῶν ἑξῆς· ὄψει γὰρ αὐτῶν ἔνια καὶ τὴν ἀνθρωπείαν ὑπερβαίνοντα φύσιν. Λέγει δὲ οὕτως· "Οὐ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ἐν δικαιοσύνῃ ταπεινῷ κρίσιν καὶ ἐλέγξει ἐν εὐθύτητι τοὺς ἐνδόξους τῆς γῆς· καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὑτοῦ καὶ τῷ πνεύματι διὰ χειλέων ἀνελεῖ τὸν ἀσεβῆ." Τούτων δὲ τῶν προρρήσεων τὰ μέν ἐστιν ἀνθρώπεια, τὰ δὲ θεῖα· ἡ μὲν γὰρ δικαιοσύνη καὶ ἡ ἀλήθεια καὶ τὸ εὐθές τε καὶ ἀκλινὲς ἐν τῷ κρίνειν δηλοῖ τὴν κατὰ τὸ ἀνθρώπινον ἀρετήν· ἡ δὲ λόγῳ γινομένη τοῦ ἀσεβοῦς ἀναίρεσις καὶ τῆς γῆς ἐπὶ τὸ κρεῖττον μετάθεσις τὸ παντοδύναμον αἰνίττεται τῆς θεότητος. {ΕΡΑΝ.} Σαφέστερον διὰ τούτων ἐμάθομεν, ὡς τοῦ σωτῆρος ἡμῶν Χριστοῦ τὴν παρουσίαν ὁ προφήτης ἐθέσπισεν. {ΟΡΘ.} Ἐναργέστερόν σε διδάξει τὰ τούτων ἀκόλουθα τὴν τῆς ἑρμηνείας ἀλήθειαν. Ἐπάγει γάρ· "Τότε συμβοσκηθήσεται λύκος μετὰ ἀρνός, καὶ πάρδαλις συναναπαύσεται ἐριφῷ, καὶ μοσχάριον καὶ λέων καὶ ταῦρος ἅμα βοσκηθήσονται," καὶ τὰ ἑξῆς, δι' ὧν διδάσκει καὶ τῶν ἠθῶν τὸ διάφορον καὶ τὸ τῆς πίστεως σύμφωνον. Καὶ μάρ τυρα τῆς προρρήσεως ἔχομεν τῶν πραγμάτων τὴν πεῖραν. Καὶ γὰρ τοὺς πλούτῳ κομῶντας καὶ τοὺς πενίᾳ συζῶντας, οἰκέτας τε καὶ δεσπότας, καὶ ἀρχομένους καὶ ἄρχοντας, καὶ στρατιώτας καὶ ἰδιώτας καὶ τοὺς τὰ σκῆπτρα τῆς οἰκουμένης κατέχοντας, μία ὑποδέχεται κολυμβήθρα, μία πᾶσι διδασκαλία προσφέρεται, μία πᾶσι μυστικὴ προτίθεται τράπεζα καὶ τῶν πιστευόντων ἕκαστος ἴσης ἀπολαύει μερίδος. {ΕΡΑΝ.} Ἀλλὰ ταῦτα θεὸν τὸν προφητευόμενον δείκνυσιν. {ΟΡΘ.} Οὐ θεὸν μόνον, ἀλλὰ καὶ ἄνθρωπον. Τούτου δὴ χάριν καὶ εὐθὺς τῆσδε τῆς προφητείας ἀρξάμενος, ῥάβδον βλαστήσειν ἐκ τῆς ῥίζης εἴρηκεν Ἰεσσαί· καὶ τὴν πρόρρησιν συμπεράνας ἀνέλαβε τὸ 87 προοίμιον. Ἔφη γάρ· "Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή." Ἰεσσαὶ δὲ ὁ πατὴρ τοῦ ∆αβίδ, πρὸς δὲ τὸν ∆αβὶδ γέγονεν ἡ μεθ' ὅρκων ὑπόσχεσις. Οὐκ ἂν δὲ ῥάβδον βλαστήσασαν ἐξ Ἰεσσαὶ προσηγόρευσε τὸν δεσπότην Χριστόν, εἰ μόνον ᾔδει θεόν. Προείρηκε δὲ ἡ πρόρρησις καὶ τὴν τῆς οἰκουμένης μεταβολήν. "Ἐνεπλήσθη, γάρ φησιν, ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας." {ΕΡΑΝ.} Τῶν μὲν προφητικῶν ἐπήκουσα θεσπισμάτων. Ἐβου λόμην δὲ γνῶναι σαφῶς, εἰ καὶ τῶν ἀποστόλων ὁ θεῖος