1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

9

ἔμπροσθεν ὡμολόγησας περὶ τοῦ σωτῆρος ἡμῶν τεθεσπίσθαι τὴν προφητείαν. {ΕΡΑΝ.} Ὡμολόγησα. {ΟΡΘ.} Ἀναμνήσθητι τοιγαροῦν τῶν ἑξῆς. Λέγει γὰρ ὡσαύτως· "Οὗ τὴν παρουσίαν τὰ ἔθνη προσδέχεται· πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὑτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὑτοῦ." {ΕΡΑΝ.} Περὶ ἱματίων εἴρηκεν ὁ πατριάρχης, οὐ περὶ σώματος. {ΟΡΘ.} ∆εῖξον οὖν πηνίκα ἢ ποῦ ἐν αἵματι σταφυλῆς ἔπλυνε τὴν περιβολήν. {ΕΡΑΝ.} Σὺ δεῖξον ὅτι τὸ σῶμα τούτοις ἐφοίνιξεν. {ΟΡΘ.} Ἀξιῶ σε μυστικώτερον ἀποκρίνασθαι. Τινὲς γὰρ ἴσως παρεστήκασιν ἀμύητοι. {ΕΡΑΝ.} Οὕτως ἀκούσομαι καὶ οὕτως ἀποκρινοῦμαι. {ΟΡΘ.} Οἶσθ' ὅτι ἄμπελον ἑαυτὸν ὁ κύριος προσηγόρευσεν; {ΕΡΑΝ.} Οἶδα ὡς εἴρηκεν· "Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή." {ΟΡΘ.} Ὁ δὲ τῆς ἀμπέλου καρπὸς πιεσθεὶς ποίαν ἔχει προσηγορίαν; {ΕΡΑΝ.} Οἶνος προσαγορεύεται. {ΟΡΘ.} Ἡνίκα δὲ τὴν πλευρὰν τοῦ σωτῆρος ἔτρωσαν οἱ στρατιῶται τῇ λόγχῃ, τί προχεθῆναί φασιν ἐκ ταύτης οἱ συγγεγραφότες τὰ εὐαγγέλια; {ΕΡΑΝ.} Αἷμα καὶ ὕδωρ. {ΟΡΘ.} Αἷμα ἄρα σταφυλῆς τὸ τοῦ σωτῆρος προσηγόρευσεν αἷμα. Εἰ γὰρ ἄμπελος ὁ δεσπότης ὠνόμασται, ὁ δὲ τῆς ἀμπέλου καρπὸς οἶνος προσαγορεύεται, αἵματος δὲ καὶ ὕδατος ἐκ τῆς τοῦ δεσπότου πλευρᾶς προχυθέντες κρουνοὶ διὰ τοῦ λοιποῦ σώματος ἐπὶ τὰ κάτω διῆλθον, εἰκότως ἄρα καὶ προσφόρως προεῖπεν ὁ πατριάρχης· "Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὑτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὑτοῦ." Ὥσπερ γὰρ ἡμεῖς τὸν μυστικὸν τῆς ἀμπέλου καρπὸν μετὰ 78 τὸν ἁγιασμὸν αἷμα δεσποτικὸν ὀνομάζομεν, οὕτω τῆς ἀληθινῆς ἀμπέλου τὸ αἷμα σταφυλῆς ὠνόμασεν αἷμα. {ΕΡΑΝ.} Μυστικῶς ἅμα καὶ σαφῶς ὁ προκείμενος ἀποδέδεικται λόγος. {ΟΡΘ.} Εἰ καὶ αὐτάρκη σοι εἰς πίστιν τὰ εἰρημένα, ἀλλ' ὅμως καὶ ἑτέραν ἀπόδειξιν εἰς βεβαίωσιν τῆς ἀληθείας προσθήσω. {ΕΡΑΝ.} Χαριῇ μοι τοῦτο δρῶν· τὴν γὰρ ὠφέλειαν αὐξήσεις. {ΟΡΘ.} Οἶσθα ὅτι ἄρτον ὁ δεσπότης τὸ οἰκεῖον προσηγόρευσε σῶμα; {ΕΡΑΝ.} Οἶδα. {ΟΡΘ.} Καὶ ἑτέρωθι δὲ τὴν σάρκα σῖτον ὠνόμασεν; {ΕΡΑΝ.} Οἶδα καὶ τοῦτο. Ἤκουσα γὰρ αὐτοῦ λέγοντος· "Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου·" καί· "Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει." {ΟΡΘ.} Ἐν δέ γε τῇ τῶν μυστηρίων παραδόσει, σῶμα τὸν ἄρτον ἐκάλεσε, καὶ αἷμα τὸ κρᾶμα. {ΕΡΑΝ.} Οὕτως ὠνόμασεν. {ΟΡΘ.} Ἀλλὰ καὶ κατὰ φύσιν, τὸ σῶμα σῶμα ἂν εἰκότως κληθείη, καὶ τὸ αἷμα αἷμα. {ΕΡΑΝ.} Ὡμολόγηται. {ΟΡΘ.} Ὁ δέ γε σωτὴρ ὁ ἡμέτερος ἐνήλλαξε τὰ ὀνόματα, καὶ τῷ μὲν σώματι τὸ τοῦ συμβόλου τέθεικεν ὄνομα, τῷ δὲ συμβόλῳ τὸ τοῦ σώματος· οὕτως ἄμπελον ἑαυτὸν ὀνομάσας, αἷμα τὸ σύμβολον προσ ηγόρευσεν. {ΕΡΑΝ.} Τοῦτο μὲν ἀληθῶς εἴρηκας. Ἐβουλόμην δὲ τὴν αἰτίαν μαθεῖν τῆς τῶν ὀνομάτων ἐναλλαγῆς. {ΟΡΘ.} ∆ῆλος ὁ σκοπὸς τοῖς τὰ θεῖα μεμυημένοις. Ἠβουλήθη γὰρ τοὺς τῶν θείων μυστηρίων μεταλαγχάνοντας μὴ τῇ φύσει τῶν προ κειμένων προσέχειν, ἀλλὰ διὰ τῆς τῶν ὀνομάτων ἐναλλαγῆς πιστεύειν τῇ ἐκ τῆς χάριτος γεγενημένῃ μεταβολῇ. Ὁ γὰρ δὴ τὸ φύσει σῶμα σῖτον καὶ ἄρτον προσαγορεύσας, καὶ αὖ πάλιν ἄμπελον ὀνομά σας, οὗτος τὰ ὁρώμενα σύμβολα τῇ τοῦ σώματος καὶ αἵματος προσ 79 ηγορίᾳ τετίμηκεν, οὐ τὴν φύσιν μεταβαλών, ἀλλὰ τὴν χάριν τῇ φύσει προστεθεικώς. {ΕΡΑΝ.} Καὶ μυστικῶς ἐρρέθη τὰ μυστικὰ καὶ σαφῶς ἐδηλώθη τὰ πᾶσιν οὐ γνώριμα. {ΟΡΘ.} Ἐπειδὴ τοίνυν συνωμολόγηται καὶ στολὴν καὶ περιβολὴν ὑπὸ τοῦ πατριάρχου τὸ δεσποτικὸν ὠνομάσθαι σῶμα, εἰς δὲ τὸν περὶ τῶν θείων μυστηρίων εἰσεληλύθαμεν λόγον, εἰπὲ πρὸς τῆς ἀληθείας τίνος ἡγῇ σύμβολόν τε καὶ τύπον τὴν παναγίαν ἐκείνην τροφήν; τῆς θεότητος τοῦ δεσπότου Χριστοῦ ἢ τοῦ σώματος καὶ τοῦ αἵματος; {ΕΡΑΝ.} ∆ῆλον ὡς ἐκείνων, ὧν καὶ τὰς προσηγορίας ἐδέξατο. {ΟΡΘ.} Τοῦ σώματος καὶ τοῦ αἵματος λέγεις; {ΕΡΑΝ.} Οὕτω λέγω. {ΟΡΘ.} Φιλαλήθως εἴρηκας. Καὶ γὰρ ὁ κύριος τὸ σύμβολον λαβὼν