1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

72

ἐν τοῖς εὐαγγελίοις ἀμνοῖς μὲν τοὺς δικαίους ἀπείκασεν, ἐρίφοις δὲ τοὺς ἁμαρτωλούς. Ἐπειδὴ τοίνυν ἔμελλεν, οὐχ ὑπὲρ δικαίων μόνον, ἀλλὰ καὶ ὑπὲρ ἁμαρτωλῶν, ὑπομένειν τὸ πάθος, εἰκότως δι' ἀμνῶν καὶ τράγων προδιαγράφει τὴν οἰκείαν ἱερουργίαν. {ΕΡΑΝ.} Ἀλλὰ τῶν δύο τράγων ὁ τύπος δύο πρόσωπα παρασκευάζει νοεῖν. {ΟΡΘ.} Οὐχ οἷόν τε ἦν ἐν ἑνὶ τράγῳ ἄμφω κατὰ ταὐτὸν προτυπωθῆ ναι, καὶ τὸ παθητὸν τῆς ἀνθρωπότητος καὶ τὸ ἀπαθὲς τῆς θεότητος. Ἀναιρεθεὶς γὰρ οὗτος τὴν ζῶσαν οὐκ ἂν ἔδειξε φύσιν. Τούτου δὴ χάριν δύο παρελήφθησαν εἰς τὴν τῶν δύο φύσεων δήλωσιν. Ταὐτὸ δὲ τοῦτο καὶ ἐφ' ἑτέρας θυσίας καταμάθοι τις ἄν. {ΕΡΑΝ.} Ποίας; {ΟΡΘ.} Ἔνθα πτηνὰ δύο τῶν καθαρῶν ὁ νομοθέτης διαγορεύει προσφέρεσθαι, καὶ τὸ μὲν θύεσθαι, θάτερον δὲ εἰς τὸ τοῦ τυθέντος αἷμα βαφὲν ἀπολύεσθαι. Καὶ γὰρ ἐνταῦθα ὁρῶμεν τὸν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τύπον, τῆς μὲν θυομένης, τῆς δὲ οἰκειουμένης τὸ πάθος. {ΕΡΑΝ.} Πολλοὺς ἡμῖν προσενήνοχας τύπους. Ἐγὼ δὲ τοὺς αἰνιγ ματώδεις οὐ προσίεμαι λόγους. {ΟΡΘ.} Καὶ μὴν ὁ θεῖος ἀπόστολος καὶ τὰς ἱστορίας τύπους εἶναί φησι, καὶ τὴν Ἄγαρ τύπον τῆς παλαιᾶς διαθήκης ἐκάλεσε, καὶ τὴν Σάρραν τῇ ἐπουρανίῳ ἀπείκασεν Ἱερουσαλήμ, καὶ τὸν μὲν Ἰσμαὴλτύπον ἔφη τοῦ Ἰσραήλ, τὸν Ἰσαὰκ δὲ τοῦ νέου λαοῦ. Κατηγόρησον οὖν καὶ τῆς μεγάλης τοῦ πνεύματος σάλπιγγος, ὅτι πᾶσιν ἡμῖν τοὺς αἰνιγματώδεις προσενήνοχε λόγους. 212 {ΕΡΑΝ.} Κἂν μυρίους μοι πρὸς τούτοις ἑτέρους προσενέγκῃς λόγους, μερίσαι τὸ πάθος οὐ πείσεις. Ἤκουσα γὰρ καὶ τοῦ ἀγγέλου πρὸς τὰς περὶ Μαριὰμ εἰρηκότος· "∆εῦτε, βλέπετε ὅπου ἔκειτο ὁ κύριος." {ΟΡΘ.} Τοῦτο καὶ ἡμεῖς εἰώθαμεν δρᾶν. Τοῖς γὰρ κοινοῖς ὀνόμασι καὶ τὸ μέρος προσαγορεύομεν. Εἰς γὰρ τοὺς τῶν ἱερῶν ἀποστόλων ἢ προφητῶν ἢ μαρτύρων εἰσιόντες σηκοὺς πυνθανόμεθα, τίς ὁ κείμενος ἐν τῇ λάρνακι; Οἱ δὲ τὸ ἀληθὲς εἰδότες ἀποκρινόμενοι λέγουσιν, ἢ τὸν Θωμᾶν τυχὸν τὸν ἀπόστολον, ἢ τὸν βαπτιστὴν Ἰωάννην, ἢ Στέφανον τῶν μαρτύρων τὸν πρόμαχον, ἢ ἕτερόν τινα τῶν ἁγίων ὀνομαστὶ λέγοντες, καίτοι σμικρῶν ἄγαν ἐνίοτε κειμένων λειψάνων. Ἀλλ' οὐδεὶς τῶν κοινῶν τούτων ὀνομάτων ἀκούων, ἃ καὶ τὴν ψυχὴν ὁμοῦ καὶ τὸ σῶμα δηλοῖ, ἐγκαθεῖρχθαι ταῖς θήκαις καὶ τὰς ψυχὰς ὑπολήψεται· ἀλλ' οἶδεν ὡς τὰ σώματα μόνα ταῖς θήκαις ἢ μικρά γε τῶν σωμάτων ἐγκατάκειται μόρια. Ταὐτὸ δὴ τοῦτο καὶ ὁ ἅγιος ἐκεῖνος πεποίηκεν ἄγγελος τῷ τοῦ προσώπου ὀνόματι τὸ σῶμα προσ αγορεύσας. {ΕΡΑΝ.} Καὶ πόθεν δείξεις, ὡς περὶ τοῦ δεσποτικοῦ σώματος ταῖς γυναιξὶν ὁ ἄγγελος εἴρηκε; {ΟΡΘ.} Πρῶτον μὲν αὐτὸς ὁ τάφος ἀπόχρη τὸ ζητούμενον λῦσαι. Οὐδὲ γὰρ ψυχὴ παραδίδοται τάφῳ, ἤπου γε θεότητος ἡ ἀπερίγραφος φύσις· τοῖς γὰρ σώμασιν οἱ τάφοι κατασκευάζονται. Ἔπειτα δὲ καὶ ἡ θεία τοῦτο σαφῶς διδάσκει γραφή. Ὁ γὰρ δὴ θεσπέσιος Ματθαῖος τοῦτον ἱστορεῖ τὸν τρόπον· "Ὀψίας γενομένης, ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἀριμαθίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθήτευσε τῷ Ἰησοῦ. Οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι τὸ σῶμα. Καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ, καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ, ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσ κυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθε." Βλέπε ποσάκις τοῦ σώματος ἐμνημόνευσεν, ἵνα τῶν τὴν θεότητα βλασφημούντων ἐμ φράξῃ τὰ στόματα. Τοῦτο καὶ ὁ τρισμακάριος πεποίηκε Μάρκος· ἐρῶ δὲ καὶ ἅπερ οὗτος ἱστόρησεν. "Ὀψίας, γάρ φησι, γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστι προσάββατον, ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν 213 τοῦ θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε· καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ· καὶ