1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

96

εἶπεν αὐτός· "Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται·" ἀληθῆ δὲ ἀμφότερα, μετὰ τοῦ σώμα τος ἄρα ἥξει, μεθ' οὗπερ εἰς τοὺς οὐρανοὺς ἀνελήλυθεν. Ἐκεῖνο γὰρ ὁρατόν· τοῦτο δὲ καὶ οἱ ἄγγελοι τοῖς ἀποστόλοις εἰρήκασιν· "Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν." Εἰ δὲ 261 τοῦτο ἀληθές, ὥσπερ οὖν ἀληθές, οὐκ ἄρα μία φύσις σαρκὸς καὶ θεότη τος· ἀσύγχυτος γὰρ ἡ ἕνωσις.

ΟΤΙ ΑΠΑΘΗΣ Η ΤΟΥ ΣΩΤΗΡΟΣ ΘΕΟΤΗΣ

αʹ. Ὁμοούσιον τοῦ θεοῦ καὶ πατρὸς τὸν υἱὸν παρά τε τῆς θείας γραφῆς, παρά τε τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ συναγερθέντων ὁμολογεῖν ἐδιδάχθημεν· τοῦ δὲ πατρὸς τὴν ἀπάθειαν καὶ ἡ φύσις διδάσκει, καὶ ἡ θεία γε κηρύττει γραφή. Ἀπαθῆ οὖν ἄρα καὶ τὸν υἱὸν προσομολογήσομεν. Τὸ γὰρ ταὐτὸν τῆς οὐσίας τοῦτον ἐκπαιδεύει τὸν ὅρον. Ὅταν τοίνυν τοῦ δεσπότου Χριστοῦ τὸν σταυρὸν καὶ τὸν θάνα τον τῆς θείας γραφῆς κηρυττούσης ἀκούσωμεν, τῆς σαρκὸς εἶναι φῶμεν τὸ πάθος. Κατ' οὐδένα γὰρ ἡ φύσει γε ἀπαθὴς θεότης παθεῖν δύναται τρόπον. βʹ. Ἄλλως. "Πάντα ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστιν," ὁ δεσπότης ἔφη Χριστός· ἓν δὲ δήπου πάντων ἡ ἀπάθεια. Εἰ τοίνυν ἀπαθής ἐστιν ὡς θεός, ὡς ἄνθρωπος ἄρα πέπονθεν· ἡ θεία γὰρ πάθος οὐ προσίεται φύσις. γʹ. Ἄλλως. Ὁ κύριος ἔφη· "Ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μούἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς." Καὶ πάλιν· "Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων." Σῶμα οὖν ἄρα καὶ ψυχὴν δέδωκεν ὁ ποιμὴν ὁ καλὸς ὑπὲρ τῶν σῶμα καὶ ψυχὴν ἐχόντων προβάτων. δʹ. Ἄλλως. Ἐκ σώματος καὶ ψυχῆς σύγκειται τῶν ἀνθρώπων ἡ φύσις. Ἐξήμαρτε δὲ αὕτη, καὶ θυσίας ἔχρῃζε ἐλευθέρας μώμου παν τός. Σῶμα τοίνυν καὶ ψυχὴν λαβὼν ὁ δημιουργός, καὶ τῶν τῆς ἁμαρτίας κηλίδων φυλάξας ἀνέπαφα, ὑπὲρ μὲν τῶν σωμάτων τὸ σῶμα δέδωκεν, ὑπὲρ δὲ τῶν ψυχῶν τὴν ψυχήν. Εἰ δὲ ταῦτα ἀληθῆ, ἀληθῆ δέ (αὐτῆς γάρ εἰσι τῆς ἀληθείας οἱ λόγοι), ληροῦσιν ἅμα καὶ βλασφημοῦσιν οἱ τῇ θείᾳ φύσει τὸ πάθος προσάπτοντες. εʹ. Ἄλλως. Πρωτότοκον ἐκ τῶν νεκρῶν τὸν δεσπότην Χριστὸν ὁ μακάριος προσηγόρευσε Παῦλος· ὁ δὲ πρωτότοκος τὴν αὐτὴν ἔχει 262 δήπου φύσιν ἐκείνοις ὧν καλεῖται πρωτότοκος. Ὡς ἄνθρωπος οὖν ἄρα πρωτότοκος ἐκ νεκρῶν. Πρῶτος γὰρ τὰς ὠδῖνας ἔλυσε τοῦ θανάτου, καὶ πᾶσιν ἔδωκε τῆς ἀναβιώσεως τὴν γλυκεῖαν ἐλπίδα. Ἧι δὲ ἀνέστη, ταύτῃ καὶ πέπονθεν. Ὡς ἄνθρωπος ἄρα πέπονθεν, ὡς δὲ θεὸς θαυμαστὸς μεμένηκεν ἀπαθής. ʹ. Ἄλλως. Ἀπαρχὴν τῶν κεκοιμημένων τὸν σωτῆρα Χριστὸν ὠνόμασεν ὁ θεῖος ἀπόστολος· ἡ δὲ ἀπαρχὴ τὴν πρὸς τὸ ὅλον ἔχει συγγένειαν, οὗπέρ ἐστιν ἀπαρχή. Οὐ τοίνυν ᾗ θεός ἐστιν, ἀπαρχὴ προσηγόρευται. Ποία γὰρ συγγένεια θεότητός τε καὶ ἀνθρωπότητος; Ἡ μὲν γὰρ ἀθάνατος φύσις, ἡ δὲ θνητή. Τοιαύτη δὲ τῶν κεκοιμημένων ἡ φύσις, ὧν ἀπαρχὴ προσηγορεύθη Χριστός. Ταύτης ἄρα τῆς φύσεως καὶ ὁ θάνατος καὶ ἡ ἀνάστασις. Ταύτης γὰρ δὴ τὴν ἀνάστασιν ἐχέγγυον ἔχομεν τῆς κοινῆς ἀναστάσεως. ζʹ. Ἄλλως. ∆ιστάζοντας τοὺς ἀποστόλους πεῖσαι βουλόμενος ὁ δεσπότης Χριστός, ὡς ἀνέστη καταλύσας τὸν θάνατον, τὰ τοῦ σώμα τος αὐτοῖς ἔδειξε μόρια, πλευρὰν καὶ χεῖρας καὶ πόδας, καὶ τὰ ἐν τούτοις φυλαχθέντα τοῦ πάθους τεκμήρια. Τοῦτο οὖν ἄρα ἀνέστη· τοῦτο γὰρ δήπου καὶ τοῖς ἀπιστοῦσιν ἐδείχθη. Ὃ δὲ ἀνέστη, τοῦτο δὴ καὶ ἐτάφη· ὃ δέ γε ἐτάφη, τοῦτο καὶ ἐτεθνήκει· ὃ δὲ ἐτεθνήκει, τοῦτο δήπου καὶ τῷ σταυρῷ προσηλώθη. Ἀπαθὴς ἄρα ἡ θεία φύσις διέμεινε καὶ συνημμένη τῷ σώματι. ηʹ. Ἄλλως. Οἱ ζωοποιὸν τοῦ κυρίου τὴν