1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

97

σάρκα προσαγορεύοντες τὴν ζωὴν αὐτὴν θνητὴν τῷ λόγῳ κατασκευάζουσιν. Ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὡς διὰ τὴν ἡνωμένην αὐτῇ ζωὴν καὶ αὐτὴ ζωοποιός. Εἰ δέ γε κατὰ τὸν αὐτῶν λόγον ἡ ζωὴ θνητή, πῶς ἂν ἡ σὰρξ ἡ φύσει θνητή, διὰ δὲ τὴν ζωὴν γινομένη ζωοποιός, μείναι ἂν οὖσα ζωοποιός; θʹ. Ἄλλως. Ὁ θεὸς λόγος φύσει ἀθάνατος, ἡ δὲ σὰρξ φύσει θνητή. Γέγονε δὲ καὶ αὐτὴ μετὰ τὸ πάθος τῇ πρὸς τὸν λόγον μετουσίᾳ ἀθά νατος. Πῶς οὖν οὐ σχέτλιον, τὸν τῆς τοιαύτης ἀθανασίας δοτῆρα λέγειν μετειληχέναι θανάτου; 263 ιʹ. Ἄλλως. Οἱ σαρκὶ πεπονθέναι τὸν θεὸν λόγον ἰσχυριζόμενοι ἐρωτάσθωσαν τοῦ ῥητοῦ τὴν διάνοιαν· καὶ εἰ μὲν φάναι τολμήσαιεν, ὡς τοῦ σώματος προσηλωμένου τὴν ὀδύνην ἡ θεία φύσις ὑπέμεινε, μανθανέτωσαν ὡς οὐ ψυχῆς χρείαν ἡ θεία φύσις ἐπλήρου. Καὶ ψυχὴν γὰρ ὁ θεὸς λόγος μετὰ τοῦ σώματος ἀνειλήφει. Εἰ δὲ τόνδε τὸν λόγον ὡς βλάσφημον ἀποστρέφοιντο, φήσαιεν δὲ φύσει πεπονθέναι τὴν σάρκα, τὸν δέ γε θεὸν λόγον ᾠκειῶσθαι τὸ πάθος ὡς ἰδίας σαρκός, μὴ γριφώδεις καὶ ζοφώδεις προσφερέτωσαν λόγους, ἀλλὰ σαφῶς τοῦ κακεμφάτου ῥητοῦ λεγέτωσαν τὴν διάνοιαν. Τῆσδε γὰρ τῆς ἑρμηνείας συμψήφους ἕξουσι τοὺς ἕπεσθαι τῇ θείᾳ γραφῇ προαιρουμένους. ιαʹ. Ἄλλως. Ὁ θεῖος Πέτρος ἐν τῇ καθολικῇ τὸν Χριστὸν ἔφη πεπονθέναι σαρκί. Ὁ δὲ τὸν Χριστὸν ἀκούων οὐκ ἀσώματον νοεῖ τὸν θεὸν λόγον, ἀλλὰ σεσαρκωμένον. Τοῦ Χριστοῦ τοίνυν τοὔνομα φύσιν ἑκατέραν δηλοῖ· τὸ δὲ σαρκὶ σὺν τῷ πάθει προστιθέμενον, οὐχ ἑκατέ ραν, ἀλλὰ θατέραν πεπονθυῖαν σημαίνει. Ὁ γὰρ ἀκούων σαρκὶ τὸν Χριστὸν πεπονθέναι, ἀπαθῆ πάλιν νοεῖ αὐτὸν ὡς θεόν, μόνῃ δὲ τῇ σαρκὶ προσνέμει τὸ πάθος. Ὥσπερ γὰρ ἀκούοντες αὐτοῦ πάλιν λέγοντος, ὅτι ὤμοσεν ὁ θεὸς τῷ ∆αβίδ, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα τὸν Χριστὸν ἀναστήσειν, οὐ τὸν θεὸν λόγον ἐκ σπέρ ματος ∆αβὶδ ἀρχὴν εἰληφέναι φαμέν, ἀλλὰ τὴν σάρκα τὴν ὁμογενῆ τῷ ∆αβίδ, ἣν ὁ θεὸς λόγος ἀνέλαβεν, οὕτω χρὴ τὸν ἀκούοντα σαρκὶ τὸν Χριστὸν πεπονθέναι, τῆς μὲν σαρκὸς εἰδέναι τὸ πάθος, τῆς δέ γε θεότητος τὴν ἀπάθειαν ὁμολογεῖν. ιβʹ. Ἄλλως. Σταυρούμενος ὁ δεσπότης εἶπε Χριστός· "Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου." Τοῦτο δὲ τὸ πνεῦμα οἱ μὲν Ἀρείου καὶ Εὐνομίου τὴν θεότητα τοῦ μονογενοῦς εἶναί φασιν· ἄψυχον γὰρ ἀνειλῆφθαι τὸ σῶμα νομίζουσιν. Οἱ δὲ τῆς ἀληθείας κήρυκες τὴν ψυχὴν οὕτω κληθῆναί φασιν, ἐκ τῶν ἀκολούθων ῥητῶν τοῦτο νενοηκότες. Εὐθὺς γὰρ ἐπήγαγεν ὁ πάνσοφος εὐαγγελιστής· "Καὶ τοῦτο εἰπὼν ἐξέπνευσε." Ταῦτα μὲν οὖν ὁ Λουκᾶς οὕτως ἱστόρησε· καὶ ὁ μακάριος δὲ Μάρκος τὸ ἐξέπνευσεν ὁμοίως ἔθηκεν· ὁ δέ γε θειότατος Ματθαῖος, ὅτι " ̓Αφῆκε τὸ πνεῦμα·" ὁ δὲ θεσπέσιος Ἰωάννης, ὅτι 264 "Παρέδωκε τὸ πνεῦμα." Πάντα μέντοι κατὰ τὸ ἀνθρώπινον εἰρήκασιν ἔθος. Καὶ γὰρ τὸ ἐξέπνευσεν καὶ τὸ ἀφῆκε καὶ τὸ παρέδωκε τὸ πνεῦμα ἐπὶ τῶν τελευτώντων λέγειν εἰώθαμεν. Τοιγάρτοι τούτων οὐδὲν ἔμφασιν ἔχει θεότητος, ἀλλὰ τῆς ψυχῆς ὑπάρχει δηλωτικά. Εἰ δὲ καὶ τὴν ἀρειανικὴν τοῦ ῥητοῦ δέξαιτό τις διάνοιαν, οὐδὲν ἧττον καὶ οὕτω δείξει τῆς θείας φύσεως τὸ ἀθάνατον. Τῷ πατρὶ γὰρ παρέθετο ταύτην, οὐ τῷ θανάτῳ ταύτην παρέπεμψεν. Εἰ τοίνυν καὶ οἱ τῆς ψυχῆς ἀρνούμενοι τὴν ἀνάληψιν καὶ κτίσμα τὸν θεὸν λόγον εἶναι λέγοντες καὶ ἀντὶ ψυχῆς αὐτὸν ἐν τῷ σώματι γεγενῆσθαι δογματίζοντες, οὐ θανάτῳ αὐτὸν παραδοθῆναι, ἀλλὰ τῷ πατρὶ παρατεθῆναί φασι, ποίας τύχοιεν συγγνώμης οἱ μίαν μὲν τῆς τριάδος οὐσίαν ὁμολογοῦντες, καὶ τὴν μὲν ψυχὴν ἐπὶ τῆς οἰκείας ἀθανασίας ἐῶντες, τὸν δέ γε τῷ πατρὶ ὁμοούσιον θεὸν λόγον γεύσασθαι θανάτου λέγειν ἀνέδην τολμῶντες; ιγʹ. Ἄλλως. Εἰ ὁ Χριστὸς καὶ θεὸς καὶ ἄνθρωπος, ὡς καὶ ἡ θεία διδάσκει γραφή, καὶ οἱ πανεύφημοι πατέρες κηρύττοντες διετέλεσαν, ὡς ἄνθρωπος ἄρα πέπονθεν, ὡς δὲ θεὸς διέμεινεν ἀπαθής. ιδʹ. Ἄλλως. Εἰ ὁμολογοῦσι τῆς σαρκὸς τὴν ἀνάληψιν, καὶ παθητὴν εἶναί φασιν