1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

34

ἐπὶ τῶν Φαρισαίων πεποίηκεν. Ὡς γὰρ ἀνθρώπῳ κοινῷ προσιόντας ἰδών, ἤρετο αὐτοὺς οὕτως· "Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος ἐστὶν υἱός;" Ἐκείνων δὲ εἰρηκότων, "Τοῦ ∆αβίδ," αὐτὸς ἐπήγαγε· "Πῶς οὖν ∆αβὶδ ἐν πνεύματι κύριον αὐτὸν καλεῖ; Εἶπε, γάρ φησιν, ὁ κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου." Εἶτα συλλογίζεται· "Εἰ οὖν κύριος αὐτοῦ ἐστι, πῶς υἱὸς αὐτοῦ ἐστι;" {ΕΡΑΝ.} Κατὰ σαυτοῦ τὴν μαρτυρίαν παρήγαγες. Ἀναφανδὸν γὰρ ὁ κύριος τοὺς Φαρισαίους ἐδίδαξε μὴ καλεῖν αὐτὸν υἱὸν ∆αβίδ, ἀλλὰ κύριον ∆αβίδ. ∆ιὰ δὲ τούτων πέφανται θεὸς καλεῖσθαι βουλόμενος, ἀλλ' οὐκ ἄνθρωπος. {ΟΡΘ.} Οὐ προσέσχες, ὡς ἔοικε, τῇ θείᾳ διδασκαλίᾳ. Οὐ γὰρ ἀνεῖλε τὸ καλεῖσθαι υἱὸς ∆αβίδ, ἀλλὰ προστέθεικε τὸ χρῆναι πιστεύ εσθαι καὶ κύριος εἶναι τοῦ ∆αβίδ. Τοῦτο γὰρ διδάσκει σαφῶς τό· "Εἰ οὖν κύριος αὐτοῦ ἐστι, πῶς υἱὸς αὐτοῦ ἐστιν;" Οὐ γὰρ εἶπεν, εἰ κύριός ἐστιν, υἱὸς οὐκ ἔστιν, ἀλλά, "Πῶς υἱὸς αὐτοῦ ἐστιν;" ἀντὶ τοῦ, κατά τι κύριος, καὶ κατά τι υἱός. Ταῦτα δὲ ἄντικρυς καὶ τὴν θεότητα δείκνυσι καὶ τὴν ἀνθρωπότητα. {ΕΡΑΝ.} Οὐ χρεία συλλογισμῶν. Ἄντικρυς γὰρ ὁ κύριος ἐδίδαξεν, ὡς οὐ βούλεται καλεῖσθαι υἱὸς ∆αβίδ. {ΟΡΘ.} Ἔδει τοίνυν καὶ τοὺς τυφλοὺς καὶ τὴν Χαναναίαν καὶ μέντοι καὶ τοὺς ὄχλους διδάξαι, μὴ καλεῖν αὐτὸν υἱὸν ∆αβίδ. Καὶ γὰρ οἱ 131 τυφλοὶ ἐβόων· "Υἱὲ ∆αβίδ, ἐλέησον ἡμᾶς." Καὶ ἡ Χαναναία· "Υἱὲ ∆αβίδ, ἐλέησόν με, ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται·" καὶ τὸ πλῆθος· "Ὡσαννὰ τῷ υἱῷ ∆αβίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό ματι κυρίου." Καὶ οὐ μόνον οὐκ ἐδυσχέρανεν, ἀλλὰ καὶ τὴν πίστιν ἐπῄνεσε. Τοὺς μὲν γὰρ τυφλοὺς τῆς μακροτάτης νυκτὸς ἠλευθέρωσε, καὶ τὴν ὀπτικὴν αὐτοῖς ἐνέργειαν ἐδωρήσατο. Τῆς δὲ Χαναναίας τὴν θυγατέρα κορυβαντιῶσαν καὶ μεμηνυῖαν ἰάσατο, καὶ τὸν παμπόνηρον ἐξήλασε δαίμονα. Τῶν δέ γε ἀρχιερέων καὶ Φαρισαίων χαλεπαινόντων τοῖς βοῶσιν, "Ὡσαννὰ τῷ υἱῷ ∆αβίδ," οὐ μόνον οὐκ ἐκώλυσε τοὺς βοῶντας, ἀλλὰ καὶ ἐβεβαίωσε τὴν εὐφημίαν. "Ἀμήν, γὰρ ἔφη, λέγω ὑμῖν, κἂν οὗτοι σιγήσωσιν, οἱ λίθοι κεκράξονται." {ΕΡΑΝ.} Τούτων πρὸ τῆς ἀναστάσεως ἠνείχετο τῶν προσρημάτων, συγκατιὼν τῇ ἀσθενείᾳ τῶν μηδέπω γνησίως πεπιστευκότων· μετὰ δὲ τὴν ἀνάστασιν περιττὰ ταυτὶ τὰ ὀνόματα. {ΟΡΘ.} Τὸν οὖν μακάριον Παῦλον ποῦ τάξομεν; ἐν τοῖς τελείοις ἢ ἐν τοῖς ἀτελέσιν; {ΕΡΑΝ.} Οὐ χρὴ παίζειν ἐν τοῖς σπουδαίοις. {ΟΡΘ.} Οὐ χρὴ τῆς τῶν θείων λογίων ὀλιγωρεῖν ἀναγνώσεως. {ΕΡΑΝ.} Καὶ τίς οὕτω τρισάθλιος, ὡς τῆς οἰκείας ἀμελεῖν σωτη ρίας; {ΟΡΘ.} Ἀπόκριναι πρὸς τὴν ἐρώτησιν, καὶ μαθήσῃ τὴν ἄγνοιαν. {ΕΡΑΝ.} Ποίαν ἐρώτησιν; {ΟΡΘ.} Ποῦ τάττομεν τὸν θεῖον ἀπόστολον; {ΕΡΑΝ.} ∆ῆλον ὡς ἐν τοῖς τελειοτάτοις καὶ τῶν τελείων διδάσκαλον. {ΟΡΘ.} Πότε δὲ τοῦ κηρύγματος ἤρξατο; {ΕΡΑΝ.} Μετὰ τὴν τοῦ σωτῆρος ἀνάληψιν καὶ τὴν τοῦ πνεύματος ἐπιφοίτησιν καὶ τὴν Στεφάνου τοῦ νικηφόρου κατάλευσιν. {ΟΡΘ.} Οὗτος παρ' αὐτὸ τοῦ βίου τὸ τέλος ἐσχάτην γράφων ἐπι στολὴν Τιμοθέῳ τῷ μαθητῇ, καὶ οἷόν τινα κλῆρον αὐτῷ πατρῷον κατὰ διαθήκας παραδιδούς, καὶ ταῦτα τέθεικε· "Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος ∆αβὶδ κατὰ τὸ εὐαγγέλιόν μου." Ὑπέδειξε δὲ καὶ τὰ ὑπὲρ τοῦ εὐαγγελίου παθήματα 132 καὶ ταύτῃ δεικνὺς τὴν τοῦ εὐαγγελίου ἀλήθειαν. "Ἐν ᾧ, γὰρ ἔφη, κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος." Πολλὰς δὲ καὶ ἄλλας τοιάσδε μαρτυρίας ῥᾴδιον ἦν μοι παραγαγεῖν, ἀλλὰ παρέλκον τοῦτο νενόμικα. {ΕΡΑΝ.} Ὑποσχόμενος δείξειν τὸν κύριον τὴν ἐλλείπουσαν διδα σκαλίαν προστιθέντα τοῖς δεομένοις, ὅτι μὲν τοῖς Φαρισαίοις καὶ τοῖς ἄλλοις Ἰουδαίοις περὶ τῆς οἰκείας διελέχθη θεότητος, εἴρη κας· ὅτι δέ γε καὶ τὴν περὶ τῆς σαρκὸς διδασκαλίαν προσήνεγκεν, οὐκ ἀπέδειξας. {ΟΡΘ.} Μάλιστα μὲν περιττὸν ἦν περὶ τῆς ὁρωμένης διαλεχθῆναι σαρκός· ἐναργῶς γὰρ ἑωρᾶτο, καὶ ἐσθίουσα καὶ πίνουσα καὶ κοπιῶσα καὶ καθεύδουσα. Πλὴν