1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

92

θεότητος τὴν ἀπά θειαν κηρύττουσαν, καὶ τῶν ταύτῃ τὸ πάθος προσαρμόττειν τολμών των τὴν φάλαγγα καταλύουσαν. 253 {ΕΡΑΝ.} Εἶδον, καὶ τοὺς ἀγῶνας ἐθαύμασα, καὶ ἄγαμαί γε τῶν ἐνθυμημάτων καὶ νοημάτων τὸν ἄνδρα. {ΟΡΘ.} Οὐκοῦν, ὦ ἀγαθέ, ζήλωσον τὰς μελίττας, καὶ τῷ νῷ περι πετόμενος τούς τε λειμῶνας τοὺς τῆς θείας γραφῆς, καὶ τῶν πανευφή μων πατέρων τὰ ἄνθη τὰ ἀξιέραστα ἐρανισάμενος, ὕφηνον ἡμῖν ἐν σαυτῷ τὰ κηρία τῆς πίστεως. Εἰ δέ που καὶ πόαν εὕροις οὐκ ἐδώδιμον οὔτε γλυκεῖαν, ὁποῖος οὗτος Ἀπολινάριος καὶ Εὐσέβιος, ἔχουσαν δέ τι πρόσφορον εἰς μελιττουργίαν, οὐδὲν ἀπεικὸς τὸ μὲν χρειῶδες λαβεῖν, καταλιπεῖν δὲ τὸ βλαβερόν. Καὶ γὰρ αἱ μέλιτται δηλητηρίοις πολλάκις ἐφιζάνουσαι θάμνοις, ὅσον μὲν ὀλέθριον καταλείπουσι, τὸ δὲ οἰκεῖον συλλέγουσι. Ταῦτά σοι, ὦ φιλότης, κατὰ τὸν φιλαδελφίας εἰσηγούμεθα νόμον. Σὺ δὲ εὖ μὲν ποιήσεις δεξάμενος τὴν παραίνεσιν. Εἰ δὲ ἀπειθή σεις, ἡμεῖς τὸν ἀποστολικὸν ἐκεῖνον ἐροῦμεν λόγον· "Καθαροὶ ἡμεῖς." ∆ιεστειλάμεθα γὰρ κατὰ τὸν προφήτην, ὡς προσετάχθημεν.

ΟΤΙ ΑΤΡΕΠΤΟΣ Ο ΘΕΟΣ ΛΟΓΟΣ

αʹ. Μίαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος οὐσίαν ὡμολογήσαμεν, καὶ ταύτην ἄτρεπτον εἶναι συμφώνως εἰρήκαμεν. Εἰ τοίνυν μία τῆς τριάδος οὐσία, ἄτρεπτος δὲ αὕτη, ἄτρεπτος ἄρα ὁ μονογενὴς υἱός, ἓν τῆς τριάδος πρόσωπον ὤν. Εἰ δὲ ἄτρεπτος, οὐ τραπεὶς δήπου γέγονε σάρξ, ἀλλὰ σάρκα λαβὼν εἴρηται γεγονέναι σάρξ. βʹ. Ἄλλως. Εἰ τὴν εἰς σάρκα τροπὴν ὑπομείνας ὁ θεὸς λόγος ἐγένετο σάρξ, οὐκ ἄρα ἄτρεπτος. Τὸ γὰρ ἀλλοιούμενον οὐκ ἄν τις ἄτρεπτον σωφρονῶν γε καλέσοι. Εἰ δέ γε οὐκ ἄτρεπτος, οὐδὲ ὁμο ούσιος ἄρα τοῦ γεγεννηκότος ἐστί. Πῶς γὰρ οἷόν τε τῆς ἁπλῆς οὐσίας τὸ μὲν εἶναι τρεπτόν, τὸ δὲ ἄτρεπτον; Εἰ δὲ τοῦτο δοίημεν, τῇ Ἀρείου καὶ Εὐνομίου πάντως περιπεσούμεθα βλασφημίᾳ. Ἑτεροούσιον γὰρ ἐκεῖνοί γέ φασι τὸν υἱόν. γʹ. Ἄλλως. Εἰ τοῦ πατρὸς ὁ υἱὸς ὁμοούσιος, ἐγένετο δὲ σὰρξ ὁ υἱὸς τὴν εἰς σάρκα μεταβολὴν ὑπομείνας, τρεπτὴ ἄρα καὶ οὐκ ἄτρεπτος ἡ οὐσία. Εἰ δὲ ταύτην τις τολμήσοι τὴν βλασφημίαν, αὐξήσει πάντως αὐτὴν τῇ κατὰ τοῦ πατρὸς βλασφημίᾳ. Τρεπτὸν γὰρ δήπουθεν καὶ αὐτὸν ὀνομάσει τῆς αὐτῆς γε οὐσίας μετέχοντα. δʹ. Ἄλλως. Σάρκα τὸν θεὸν λόγον καὶ μέντοι καὶ ψυχὴν εἰληφέναι φασὶν αἱ θεῖαι γραφαί· ὁ δὲ θειότατος εὐαγγελιστὴς εἶπεν· "Ὁ λόγος σὰρξ ἐγένετο." Ἀνάγκη τοίνυν δυοῖν θάτερον δρᾶσαι, ἢ τὴν εἰς σάρκα τοῦ λόγου δεχομένους τροπήν, ὡς ψευδῆ παιδεύουσαν ἀποστραφῆναι πᾶσαν τὴν θείαν γραφήν, παλαιάν τε καὶ νέαν, ἢ τῇ θείᾳ πειθομένους γραφῇ, τῆς μὲν σαρκὸς ὁμολογῆσαι τὴν πρόσληψιν, ἐξελάσαι δὲ τῶν λογισμῶν τὴν τροπήν, εὐσεβῶς τὸ εὐαγγελικὸν νοοῦντας ῥητόν· τοῦτο δὲ ἄρα ποιητέον, ἐπειδὴ καὶ ἄτρεπτον ὁμολογοῦμεν τοῦ θεοῦ λόγου τὴν φύσιν, καὶ τῆς ἀναλήψεως τῆς σαρκὸς μυρίας ἔχομεν μαρτυρίας. εʹ. Ἄλλως. Τὸ σκηνοῦν ἕτερόν ἐστι παρὰ τὸ σκηνούμενον· τὴν δὲ σάρκα σκηνὴν ὁ εὐαγγελιστὴς προσηγόρευσεν, ἐν δὲ ταύτῃ σκηνῶσαι 255 τὸν θεὸν ἔφησε λόγον· "Ὁ γὰρ λόγος, φησί, σὰρξ ἐγένετο, καὶ ἐσκή νωσεν ἐν ἡμῖν." Εἰ δὲ τραπεὶς ἐγένετο σάρξ, οὐκ ἐσκήνωσεν ἐν σαρκί. Ἀλλὰ μὴν ἐσκηνωκέναι αὐτὸν ἐν σαρκὶ μεμαθήκαμεν. Ὁ γὰρ αὐτὸς εὐαγγελιστὴς καὶ ἐν ἑτέρῳ γε χωρίῳ τὸ σῶμα αὐτοῦ ναὸν προση γόρευσε. Πιστευτέον ἄρα τῷ εὐαγγελιστῇ τὸ ῥητὸν ἀναπτύξαντι, καὶ τὸ δοκοῦν τισιν ἀμφίβολον ἑρμηνεύσαντι. ʹ. Ἄλλως. Εἰ γράψας ὁ εὐαγγελιστής, "Ὁ λόγος σὰρξ ἐγένετο," μηδὲν ἐπήγαγε λῦσαι τὴν ἀμφιβολίαν δυνάμενον, ἴσως ἔσχεν ἄν τινα πρόφασιν εὔλογον ἡ περὶ τοῦ ῥητοῦ διαμάχη, τὸ συνεσκιασμένον τοῦ γράμματος.