1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

5

πίστεως." {ΟΡΘ.} Εἰς καιρὸν τὰς ἀποστολικὰς παρήγαγες μαρτυρίας. Εἰ 69 τοίνυν τοῦ αὐτοῦ πνεύματος εἶναί φαμεν τά τε τῶν εὐαγγελιστῶν τά τε τῶν ἀποστόλων παιδεύματα, ἄκουσον τοῦ ἀποστόλου τὸ εὐαγγε λικὸν ῥητὸν ἑρμηνεύοντος. Ἑβραίοις γὰρ ἐπιστέλλων οὕτως ἔφη· "Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται." Οὐκ εἶπε, σπέρμα Ἀβραὰμ ἐγένετο, ἀλλὰ σπέρμα τος Ἀβραὰμ ἐπιλαμβάνεται. Ἀπόκριναι τοίνυν, τί νοεῖς τὸ σπέρμα τοῦ Ἀβραάμ; {ΕΡΑΝ.} ∆ῆλον ὅτι τὴν φύσιν τοῦ Ἀβραάμ. {ΟΡΘ.} Οὐκοῦν ὅπερ εἶχε κατὰ φύσιν Ἀβραάμ, εἶχε καὶ τὸ σπέρμα τοῦ Ἀβραάμ; {ΕΡΑΝ.} Οὐ πάντα. Ἁμαρτίαν γὰρ ὁ Χριστὸς οὐκ ἐποίησεν. {ΟΡΘ.} Ἡ ἁμαρτία οὐκ ἔστι τῆς φύσεως, ἀλλὰ τῆς κακῆς προαιρέ σεως. Τούτου δὴ χάριν οὐκ ἀορίστως ἔφην, ὅπερ εἶχεν Ἀβραάμ, ἀλλ' ὅπερ εἶχε κατὰ φύσιν, τουτέστι σῶμα καὶ ψυχὴν λογικήν. Εἰπὲ τοίνυν σαφῶς, εἰ συνομολογεῖς τὸ σπέρμα τοῦ Ἀβραὰμ καὶ σῶμα εἶναι καὶ ψυχὴν λογικήν. Εἴπερ ἄρα μή, καὶ κατὰ τοῦτο τοῖς Ἀπολι ναρίου συμφέρῃ ληρήμασιν. Ἀλλὰ γὰρ καὶ ἑτέρωθέν σε τοῦτο συνομο λογῆσαι καταναγκάσω. Εἰπὲ τοίνυν, οἱ Ἰουδαῖοι σῶμα ἔχουσι καὶ ψυχὴν λογικήν; {ΕΡΑΝ.} ∆ῆλον ὡς ἔχουσιν. {ΟΡΘ.} Ὅταν τοίνυν ἀκούσωμεν τοῦ προφήτου λέγοντος, "Σὺ δέ, Ἰσραὴλ ὁ παῖς μου, Ἰακὼβ ὃν ἐξελεξάμην, σπέρμα Ἀβραάμ, ὃνἠγάπησα," μὴ μόνον σάρκας τοὺς Ἰουδαίους νοοῦμεν, οὐ τελείους ἀνθρώπους ἐκ σωμάτων καὶ ψυχῶν λογικῶν συνεστῶτας; {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Καὶ τὸ σπέρμα τοῦ Ἀβραὰμ οὐκ ἄψυχον οὐδὲ ἄνουν, ἀλλὰ πάντα ἔχον, ὁπόσα τὴν φύσιν χαρακτηρίζει τοῦ Ἀβραάμ; {ΕΡΑΝ.} Ὁ ταῦτα λέγων δύο πρεσβεύει υἱούς. {ΟΡΘ.} Ὁ δὲ τὸν θεὸν λόγον εἰς σάρκα τετράφθαι λέγων, οὐδὲ ἕνα λέγει υἱόν. Σὰρξ γὰρ αὐτὴ καθ' αὑτὴν οὐχ υἱός. Ἡμεῖς δὲ ἕνα υἱὸν ὁμολογοῦμεν, σπέρματος Ἀβραὰμ ἐπιλαβόμενον κατὰ τὸν θεῖον ἀπόστολον, καὶ τὴν τῶν ἀνθρώπων πραγματευσάμενον σωτηρίαν. Εἰ δὲ μὴ στέργεις τὴν ἀποστολικὴν διδασκαλίαν, ἄντικρυς ὁμολόγησον. 70 {ΕΡΑΝ.} Ἐναντία τοίνυν φαμὲν εἰρηκέναι τοὺς ἀποστόλους. Ἐναντίον γὰρ εἶναί πως δοκεῖ τό, "Ὁ λόγος σὰρξ ἐγένετο," τοῦ "Σπέρ ματος Ἀβραὰμ ἐπελάβετο." {ΟΡΘ.} Σοὶ τῷ μὴ νοοῦντι ἢ μάτην φιλονεικοῦντι ἐναντία δοκεῖ τὰ σύμφωνα. Τοῖς γὰρ σώφρονι λογισμῷ κεχρημένοις οὐ φαίνεται. ∆ιδάσκει γὰρ ὁ θεῖος ἀπόστολος, ὡς οὐ τραπεὶς ὁ θεὸς λόγος σὰρξ ἐγένετο, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαβόμενος. Κατὰ ταὐτὸν δὲ καὶ τῆς πρὸς τὸν Ἀβραὰμ γεγενημένης ἐπαγγελίας ἀναμιμνήσκει. Ἢ οὐ μέμνησαι τῶν τῷ πατριάρχῃ παρὰ τοῦ θεοῦ τῶν ὅλων δοθεισῶν ὑπο σχέσεων; {ΕΡΑΝ.} Ποίων; {ΟΡΘ.} Ἡνίκα αὐτὸν ἐκ τῆς πατρῴας ἐξήγαγεν οἰκίας, καὶ εἰς τὴν Παλαιστίνην ἐλθεῖν παρηγγύησεν, οὐκ ἔφη πρὸς αὐτόν, "Εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς;" {ΕΡΑΝ.} Μέμνημαι τῶνδε τῶν ὑποσχέσεων. {ΟΡΘ.} Οὐκοῦν ἀναμνήσθητι καὶ τῶν πρὸς Ἰσαὰκ καὶ Ἰακὼβ γεγενημένων παρὰ τοῦ θεοῦ συνθηκῶν. Τὰς αὐτὰς γὰρ καὶ τούτοις δέδωκεν ὑποσχέσεις, βεβαιῶν τοῖς δευτέροις καὶ τρίτοις τὰ πρότερα. {ΕΡΑΝ.} Μέμνημαι καὶ τούτων. {ΟΡΘ.} Ταύτας δὲ τὰς συνθήκας ἑρμηνεύων ὁ θεῖος ἀπόστολος, οὕτως ἐν τῇ πρὸς Γαλάτας φησί· "Τῷ δὲ Ἀβραὰμ ἐρρήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνός, καὶ τῷ σπέρματι αὐτοῦ, ὅς ἐστι Χριστός," ἐναργέστατα δεικνὺς τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ ἐκ σπέρματος βλαστήσασαν Ἀβραάμ, καὶ τὴν πρὸς τὸν Ἀβραὰμ γεγενημένην ἐπαγγελίαν πληρώσασαν. {ΕΡΑΝ.} Εἴρηται ταῦτα τῷ ἀποστόλῳ. {ΟΡΘ.} Ἱκανὰ μὲν καὶ ταῦτα πᾶσαν τὴν περὶ τούτου κινουμένην ἀμφισβήτησιν λῦσαι. Ἐγὼ δὲ ὅμως καὶ ἑτέρας σε προρρήσεως ἀναμνήσω. Ἰακὼβ ὁ πατριάρχης τήνδε τὴν εὐλογίαν τὴν αὐτῷ τε καὶ τῷ πατρὶ καὶ τῷ πάππῳ δοθεῖσαν Ἰούδᾳ τῷ παιδὶ δέδωκε μόνῳ. 71 Ἔφη δὲ οὕτως· "Οὐκ ἐκλείψει ἄρχων ἐξ