1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

24

ἀπονοίας τὴν φύσιν. Τοῦ αὐτοῦ ἐκ τοῦ γενεθλιακοῦ λόγου. Πῶς γὰρ οὐκ ἐσχάτης παραπληξίας, αὐτοὺς μὲν εἰς λίθους καὶ ξύλα εὐτελῆ ξόανα τοὺς ἑαυτῶν εἰσάγοντας θεοὺς καὶ καθάπερ ἐν δεσμω τηρίῳ τινὶ κατακλείοντας, μηδὲν αἰσχρὸν ἡγεῖσθαι μήτε ποιεῖν μήτε λέγειν, ἡμῖν δὲ ἐγκαλεῖν λέγουσιν, ὅτι ναὸν ἑαυτῷ κατασκευάσας ὁ θεὸς ζῶντα ἐκ πνεύματος ἁγίου, δι' αὐτοῦ τὴν οἰκουμένην ὠφέλησεν; Εἰ γὰρ αἰσχρὸν ἐν ἀνθρωπίνῳ σώματι θεὸν οἰκῆσαι, πολλῷ μᾶλλον ἐν λίθῳ καὶ ξύλῳ, ὅσῳ ὁ λίθος καὶ τὸ ξύλον ἀτιμότερον ἀνθρώπου· εἰ μὴ ἄρα καὶ τῶν ἀναισθήτων τούτων ὑλῶν εὐτελέστερον τὸ γένος ἡμῶν αὐτοῖς εἶναι δοκεῖ. Αὐτοὶ καὶ εἰς λίθους καὶ εἰς κύνας, πολλοὶ δὲ τῶν αἱρετικῶν καὶ εἰς ἕτερα τούτων ἀτιμότερα τοῦ θεοῦ κατάγουσι τὴν οὐσίαν. Ἡμεῖς δὲ τούτων μὲν οὐδὲν οὔτ' ἂν ἀκοῦσαί ποτε ἀνασχοί μεθα. Ἐκεῖνο δέ φαμεν, ὅτι καθαρὰν σάρκα καὶ ἁγίαν καὶ ἄμωμον καὶ ἁμαρτίᾳ πάσῃ γενομένην ἄβατον ἐκ παρθενικῆς μήτρας ἀνέλαβεν ὁ Χριστός, καὶ τὸ οἰκεῖον διώρθωσε σκεῦος. Καὶ μετ' ὀλίγα. Ἐκεῖνο δέ φαμεν, ὅτι ναὸν ἅγιον ἑαυτῷ κατασκευάσας ὁ θεὸς λόγος, δι' ἐκείνου τὴν ἐκ τῶν οὐρανῶν πολιτείαν εἰς τὸν βίον εἰσήγαγε τὸν ἡμέτερον. Τοῦ αὐτοῦ ἀπὸ τοῦ λόγου, ὅτι τὰ ταπεινῶς εἰρημένα καὶ γεγενη μένα παρὰ τοῦ Χριστοῦ, οὐ δι' ἀσθένειαν δυνάμεως, ἀλλὰ δι' οἰκονομίας διαφόρους. Τίνες οὖν εἰσιν αἱ αἰτίαι τοῦ ταπεινὰ πολλὰ καὶ αὐτὸν καὶ τοὺς ἀποστόλους εἰρηκέναι περὶ αὐτοῦ; Πρώτη μὲν αἰτία καὶ μεγίστη, τὸ σάρκα αὐτὸν περιβεβλῆσθαι, καὶ βούλεσθαι καὶ τοὺς τότε καὶ τοὺς μετὰ ταῦτα πιστώσασθαι πάντας, ὅτι οὐ σκιά τίς ἐστιν οὐδὲ σχῆμα ἁπλῶς τὸ ὁρώμενον, ἀλλ' ἀλήθεια φύσεως. Εἰ γὰρ τοσαῦτα ταπεινὰ καὶ ἀνθρώπινα, καὶ αὐτοῦ καὶ τῶν ἀποστόλων εἰρηκότων περὶ αὐτοῦ, ὅμως ἴσχυσεν ὁ διάβολος πεῖσαί τινας τῶν ἀθλίων καὶ ταλαιπώρων 109 ἀνθρώπων ἀρνήσασθαι τῆς οἰκονομίας τὸν λόγον, καὶ τολμῆσαι εἰπεῖν ὅτι σάρκα οὐκ ἔλαβε, καὶ τὴν πᾶσαν τῆς φιλανθρωπίας ὑπό θεσιν ἀνελεῖν· εἰ μηδὲν τούτων εἶπε, πόσοι οὐκ ἂν εἰς τὸ βάραθρον τοῦτο κατέπεσον. {ΟΡΘ.} Ὀλίγας μὲν ἐκ παμπόλλων σοι παρήγαγον χρήσεις τῶν κηρύκων τῆς ἀληθείας, ἵνα μὴ τῷ πλήθει τὰς ἀκοὰς ἀποκναίσω. Ἀποχρῶσι δὲ καὶ αὗται δεῖξαι τῶν ἀξιεπαίνων ἀνδρῶν τοῦ φρονή ματος τὸν σκοπόν. Σὸν δ' ἂν εἴη φάναι λοιπόν, ὅπως ἔχειν σοι τὰ εἰρημένα δοκεῖ. {ΕΡΑΝ.} Συνῳδὰ μὲν εἰρήκασιν ἅπαντες, καὶ συμφωνοῦσι τοῖς τὴν πρὸς ἀνίσχοντα ἥλιον γεωργήσασι γῆν οἱ τὴν πρὸς δυόμενον φυτουρ γήσαντες· πολλὴν δὲ εἶδον ἐν τοῖς λόγοις διαίρεσιν. {ΟΡΘ.} ∆ιάδοχοι τῶν θείων ἀποστόλων οἱ ἄνδρες γεγένηνται. Τινὲς δὲ καὶ τῆς ἱερᾶς αὐτῶν φωνῆς καὶ τῆς ἀξιαγάστου θέας ἀπή λαυσαν· οἱ δέ γε πλεῖστοι τοῖς τοῦ μαρτυρίου στεφάνοις κατεκοσμή θησαν. Ἢ τοίνυν εὐαγές σοι δοκεῖ καὶ κατὰ τούτων τὴν βλάσφημον κινῆσαι γλῶτταν; {ΕΡΑΝ.} Τοῦτο μὲν δράσαι δειμαίνω, τὴν δὲ πολλὴν διαίρεσιν οὐ προσίεμαι. {ΟΡΘ.} Ἀλλ' ἐγώ σοι πάλιν παράδοξον μηχανήσομαι θεραπείαν. Ἕνα γὰρ τῶν τῆς θαυμασίας ὑμῶν αἱρέσεως διδασκάλων Ἀπολινάριον εἰς μέσον παράξω, καὶ δείξω τοῖς ἁγίοις πατράσι τό, "Ὁ λόγος σὰρξ ἐγένετο," παραπλησίως νενοηκότα. Ἄκουσον τοίνυν ἐν τῷ κατὰ κεφάλαιον βιβλίῳ οἷα περὶ τούτου συνέγραψεν. Ἀπολιναρίου. Ἐκ τοῦ κατὰ κεφάλαιον βιβλίου. Εἰ ὃ προσλαμβάνει τις οὐ τρέπεται εἰς τοῦτο, προσέλαβε δὲ σάρκα Χριστός, οὐκ ἄρα ἐτράπη εἰς σάρκα. Καὶ πάλιν εὐθὺς ἐπισυνάπτων φησί. Καὶ γὰρ ἑαυτὸν ἡμῖν εἰς συγγένειαν ἐχαρίσατο διὰ τοῦ σώματος, ἵνα σώσῃ. Μακρῷ δὲ κάλλιον τοῦ σωζομένου τὸ σῶζον· μακρῷ ἄρα 110 καλλίων ἡμῶν καὶ ἐν τῇ σωματώσει. Οὐκ ἂν δὲ ἦν καλλίων εἰς σάρκα τραπείς. Καὶ μετ' ὀλίγα δὲ οὕτω λέγει. Τὸ ἁπλοῦν ἕν ἐστι, τὸ δὲ σύνθετον οὐ δύναται ἓν εἶναι. Τροπὴν ἂν λέγοι τοῦ ἑνὸς λόγου ὁ φάσκων αὐτὸν σάρκα γεγενῆσθαι. Εἰ δὲ καὶ τὸ σύνθετον ἕν ἐστιν, ὥσπερ ἄνθρωπος, τὸ κατὰ σύνθεσιν ἓν λέγει ὁ διὰ τὴν πρὸς σάρκα ἕνωσιν λέγων·