1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

79

ἐξητασμένων κἀκεῖνο λυθήσεται· καὶ σκόπησον οὑτωσί. Τοῦ κυρίου ἀδελφὸν τὸν Ἰάκωβον ἀκούσας, οὐ τῇ θεότητι προσήκειν, ἀλλὰ τῇ σαρκὶ τὴν συγγένειαν εἴρηκας; {ΕΡΑΝ.} Οὕτως ἔφην. {ΟΡΘ.} Κἀνταῦθα τοίνυν τοῦ σταυροῦ τὸ πάθος ἀκούσας, τῇ σαρκὶ τοῦτο προσάρμοσον. {ΕΡΑΝ.} Ὁ ἀπόστολος Παῦλος κύριον τῆς δόξης τὸν ἐσταυρωμένον ἐκάλεσεν. 226 {ΟΡΘ.} Καὶ ὁ αὐτὸς ἀπόστολος ἀδελφὸν τοῦ Ἰακώβου τὸν κύριον προσηγόρευσεν. Ὁ αὐτὸς δὲ κύριος κἀνταῦθα κἀκεῖ. Εἰ τοίνυν ὀρθῶς ἐκεῖ τὴν συγγένειαν προσήρμοσας τῇ σαρκί, καὶ τὸ πάθος δήπουθεν ταύτῃ προσαρμοστέον. Τῶν γὰρ ἀτοπωτάτων τὴν μὲν συγγένειαν κατὰ διαίρεσιν ἐννοεῖν, τὸ δὲ πάθος ἀδιαιρέτως προσάπτειν. {ΕΡΑΝ.} Ἐγὼ πείθομαι τῷ ἀποστόλῳ κύριον τῆς δόξης τὸν ἐσταυ ρωμένον προσαγορεύοντι. {ΟΡΘ.} Καὶ ἐγώ γε πείθομαι καὶ πιστεύω κύριον εἶναι δόξης· οὐ γὰρ ἀνθρώπου τινὸς κοινοῦ, ἀλλὰ τοῦ κυρίου τῆς δόξης σῶμα ἦν τὸ τῷ ξύλῳ προσηλωθέν. Χρὴ μέντοι εἰδέναι, ὡς ἡ ἕνωσις κοινὰ ποιεῖ τὰ ὀνόματα. Σκόπησον δὲ οὑτωσί. Τὴν σάρκα τοῦ κυρίου ἐκ τῶν οὐρα νῶν κατεληλυθέναι λέγεις; {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Ἀλλ' ἐν τῇ μήτρᾳ τῆς παρθένου διαπλασθῆναι; {ΕΡΑΝ.} Οὕτω φημί. {ΟΡΘ.} Πῶς οὖν ὁ κύριος λέγει· "Ἐὰν οὖν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώ που ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;" καὶ πάλιν· "Οὐδεὶς ἀναβέβη κεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ." {ΕΡΑΝ.} Οὐ περὶ τῆς σαρκός, ἀλλὰ περὶ τῆς θεότητος λέγει. {ΟΡΘ.} Ἀλλ' ἡ θεότης ἐκ τοῦ θεοῦ καὶ πατρός. Πῶς οὖν αὐτὸν υἱὸν ἀνθρώπου καλεῖ; {ΕΡΑΝ.} Κοινὰ τοῦ προσώπου γέγονε τὰ τῶν φύσεων ἴδια. Ὁ γὰρ αὐτὸς διὰ τὴν ἕνωσιν, καὶ υἱὸς ἀνθρώπου καὶ υἱὸς θεοῦ, καὶ αἰώνιος καὶ πρόσφατος, καὶ υἱὸς ∆αβὶδ καὶ κύριος ∆αβίδ, καὶ τ' ἄλλα τὰ τοιάδε ὁμοίως. {ΟΡΘ.} Μάλα ὀρθῶς. Εἰδέναι μέντοι κἀκεῖνο χρή, ὡς οὐ σύγχυσιν εἰργάσατο τῶν φύσεων ἡ κοινότης τῶν ὀνομάτων. ∆ιὰ γάρ τοι τοῦτο καὶ διαγνῶναι ζητοῦμεν, πῶς μὲν υἱὸς θεοῦ, πῶς δὲ πάλιν ὁ αὐτὸς υἱὸς ἀνθρώπου, καὶ πῶς ὁ αὐτὸς χθὲς καὶ σήμερον καὶ εἰς τοὺς αἰῶνας· καὶ τῇ εὐσεβεῖ διακρίσει τοῦ λόγου σύμφωνα τἀναντία εὑρίσκομεν. {ΕΡΑΝ.} Ὀρθῶς εἴρηκας. {ΟΡΘ.} Ὥσπερ τοίνυν καταβεβηκέναι μὲν ἐκ τῶν οὐρανῶν τὴν 227 θείαν ἔφησθα φύσιν, υἱὸν δέ γε ἀνθρώπου κληθῆναι αὐτὴν διὰ τὴν ἕνωσιν εἴρηκας, οὕτω προσηλωθῆναι μὲν τῷ ξύλῳ τὴν σάρκα προσήκει λέγειν, ἀχώριστον δὲ ταύτης εἶναι τὴν θείαν φύσιν ὁμολογεῖν, κἀν τῷ σταυρῷ, κἀν τῷ τάφῳ, πάθος ἐκεῖθεν οὐ δεχομένην, ἐπειδὴ πάσχειν οὐ πέφυκεν, οὐδέ γε θνῄσκειν, ἀλλ' ἀθάνατον ἔχει καὶ ἀπαθῆ τὴν οὐσίαν. Ταύτῃ τοι καὶ κύριον τῆς δόξης τὸν ἐσταυρωμένον ὠνόμασε, τὸ τῆς ἀπαθοῦς φύσεως ὄνομα τῇ παθητῇ προσνείμας, ἐπειδήπερ αὐτῆς ἐχρημάτισε σῶμα. Προσεξετάσωμεν δὲ καὶ τοῦτο. Ὁ θεῖος εἶπεν ἀπόστολος· "Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν." Ἐσταύρωσαν τοίνυν ἣν ἔγνωσαν φύσιν, οὐχ ἣν πάμπαν ἠγνόησαν. Εἰ δὲ ἔγνωσαν ἣν ἠγνόησαν, οὐκ ἂν ἐσταύρωσαν ἥνπερ ἔγνωσαν. Ἐπειδὴ δὲ τὴν θείαν ἠγνόησαν, τὴν ἀνθρωπείαν ἐσταύρω σαν. Ἢ οὐκ ἀκήκοας αὐτῶν λεγόντων· "Περὶ καλοῦ ἔργου οὐ λιθάζο μέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν;" ∆ιὰ δὲ τούτων δηλοῦσιν, ὡς ἣν μὲν ἑώρων ἐπεγίνωσκον φύσιν, τὴν δέ γε ἀόρατον παντάπασιν ἠγνόουν. Εἰ δὲ κἀκείνην ἐπέγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. {ΕΡΑΝ.} Ταῦτα μὲν ἁμηγέπη τὸ εἰκὸς ἔχει. Ἡ δὲ τῶν πατέρων τῶν ἐν Νικαίᾳ συνεληλυθότων διδασκαλία τῆς πίστεως αὐτὸν τὸν μονο γενῆ, τὸν ἀληθινὸν θεόν, τὸν ὁμοούσιον τῷ πατρί, παθεῖν καὶ σταυρω θῆναί φησι. {ΟΡΘ.} Τῶν πολλάκις ὁμολογηθέντων ὡς ἔοικεν ἐπιλέλησαι. {ΕΡΑΝ.} Ποίων; {ΟΡΘ.} Ὅτι μετὰ τὴν ἕνωσιν τῷ ἑνὶ προσώπῳ καὶ τὰ ὑψηλὰ καὶ τὰ ταπεινὰ προσάπτει ἡ θεία γραφή. Ἴσως δὲ κἀκεῖνο ἠγνόησας, ὡς εἰρηκότες πρότερον οἱ πανεύφημοι πατέρες σαρκωθέντα, ἐνανθρωπή σαντα, τότε ἐπήγαγον