1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

70

φησι· "Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο. Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν. Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωο ποιηθήσονται." Ἰδού σοι καὶ ἐκ τῶν θείων λογίων τὰς ἀποδείξεις παρήγαγον. Βλέπε τοίνυν τοῖς τοῦ Ἀδὰμ τὰ τοῦ Χριστοῦ παρεξεταζό μενα, τῇ νόσῳ τὴν θεραπείαν, τῷ ἕλκει τὸ φάρμακον, τῇ ἁμαρτίᾳ τῆς δικαιοσύνης τὸν πλοῦτον, τῇ ἀρᾷ τὴν εὐλογίαν, τῇ κατακρίσει τὴν ἄφεσιν, τῇ παραβάσει τὴν τήρησιν, τῇ τελευτῇ τὴν ζωήν, τῷ ᾅδῃ τὴν βασιλείαν, τῷ Ἀδὰμ τὸν Χριστόν, τῷ ἀνθρώπῳ τὸν ἄνθρωπον. Καίτοι οὐκ ἄνθρωπος μόνον, ἀλλὰ καὶ θεὸς προαιώνιος ὁ δεσπότης Χριστός· ἀλλ' ἐκ τῆς ληφθείσης αὐτὸν ὠνόμασε φύσεως ὁ θεῖος ἀπόστολος, ἐπειδήπερ ταύτῃ τὰ κατὰ τὸν Ἀδὰμ παρεξήτασε. Ταύτης γὰρ ἡ δικαίωσις, ταύτης ἡ πάλη, ταύτης ἡ νίκη, ταύτης τὰ πάθη, ταύτης ὁ θάνατος, ταύτης ἡ ἀνάστασις, ταύτης κοινωνοῦμεν τῆς φύσεως, ταύτῃ συμβασιλεύουσιν οἱ τῆς βασιλείας τὴν πολιτείαν προμελετήσαντες. Ταύτῃ δὲ εἶπον, οὐ τὴν θεότητα χωρίζων, ἀλλὰ τῆς ἀνθρωπότητος τὰ ἴδια λέγων. {ΕΡΑΝ.} Πολλοὺς περὶ τούτου διεξελήλυθας λόγους, καὶ γραφικαῖς αὐτοὺς ὠχύρωσας μαρτυρίαις. Εἰ τοίνυν τῆς σαρκὸς ἀληθῶς τὸ πάθος, πῶς ὁ θεῖος ἀπόστολος βοᾷ τὴν θείαν φιλανθρωπίαν ὑμνῶν· "Ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν;" Ποῖον υἱὸν ἔφη παραδεδόσθαι; 208 {ΟΡΘ.} Εὐφήμει, ἄνθρωπε· εἷς γὰρ τοῦ θεοῦ υἱός· οὗ δὴ ἕνεκα μονο γενὴς προσηγόρευται. {ΕΡΑΝ.} Εἰ τοίνυν εἷς ἐστιν υἱὸς τοῦ θεοῦ, αὐτὸν ὁ θεῖος ἀπόστολος ἴδιον υἱὸν προσηγόρευσεν. {ΟΡΘ.} Ἀληθές. {ΕΡΑΝ.} Αὐτὸν οὖν ἄρα ἔφη παραδεδόσθαι. {ΟΡΘ.} Αὐτόν, ἀλλ' οὐκ ἀσώματον, ὡς πολλάκις ὡμολογήσαμεν. {ΕΡΑΝ.} Ὡμολογήθη πολλάκις σῶμα αὐτὸν καὶ ψυχὴν εἰληφέναι. {ΟΡΘ.} Οὐκοῦν περὶ τῶν τῷ σώματι συμβεβηκότων ὁ ἀπόστολος εἴρηκεν. {ΕΡΑΝ.} Ἐναργῶς ἄγαν ὁ θεῖος ἀπόστολος κέκραγεν· "Ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο." {ΟΡΘ.} Ὅταν οὖν ἀκούσῃς τοῦ θεοῦ πρὸς τὸν Ἀβραὰμ λέγοντος, " ̓Ανθ' ὧν οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ," ἐσφάχθαι λέγεις τὸν Ἰσαάκ; {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Καὶ μὴν ὁ θεὸς ἔφη τό, "οὐκ ἐφείσω·" ἀληθὴς δὲ ὁ τῶν ὅλων θεός. {ΕΡΑΝ.} Τῇ προθυμίᾳ τοῦ Ἀβραὰμ τό, "οὐκ ἐφείσω," συνήρμο σται· ἐκείνῃ γὰρ ὥρμησεν ἱερεῦσαι τὸν παῖδα, ἀλλ' ὁ θεὸς διεκώλυσεν. {ΟΡΘ.} Ὥσπερ τοίνυν ἐν τοῖς κατὰ τὸν Ἀβραὰμ οὐκ ἠνέσχου τοῦ γράμματος, ἀλλ' ἀναπτύξας τοῦτο τὴν διάνοιαν ἐσαφήνισας, οὕτω καὶ τῆς ἀποστολικῆς ῥήσεως ἐρεύνησον τὸν σκοπόν. Ὄψει γὰρ οὐ τὴν θείαν φύσιν ἥκιστα τυχοῦσαν φειδοῦς, ἀλλὰ τὴν σάρκα τὴν προσηλω θεῖσαν τῷ ξύλῳ· ῥᾴδιον δὲ κἂν τῷ τύπῳ κατιδεῖν τὴν ἀλήθειαν. ∆οκεῖ σοι τύπος εἶναι τοῦ Ἀβραὰμ ἡ θυσία τῆς ὑπὲρ τοῦ κόσμου προσενεχθείσης ἱερουργίας; {ΕΡΑΝ.} Οὐ πάντως· οὐδὲ γὰρ κανόνα ποιοῦμαι δογμάτων τὰ πανηγυρικῶς ἐν ταῖς ἐκκλησίαις λεγόμενα. {ΟΡΘ.} Μάλιστα μὲν ἐχρῆν τοῖς τῆς ἐκκλησίας διδασκάλοις ἀκολου θεῖν. Ἐπειδὴ δὲ τούτοις ἀντιτείνεις, οὐκ εὖγε ποιῶν, αὐτοῦ γ' οὖν τοῦ σωτῆρος ἄκουσον πρὸς Ἰουδαίους εἰρηκότος· "Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε, καὶ ἐχάρη·" καὶ σκόπησον ὡς ἡμέραν ὁ κύριος τὸ πάθος προσαγορεύει. 209 {ΕΡΑΝ.} Ἐδεξάμην τὴν δεσποτικὴν μαρτυρίαν, καὶ πιστεύω τῷ τύπῳ. {ΟΡΘ.} Παράθες τοίνυν τῇ ἀληθείᾳ τὸν τύπον, καὶ ὄψει κἀν τῷ τύπῳ τὸ ἀπαθὲς τῆς θεότητος. Πατὴρ γὰρ κἀνταῦθα κἀκεῖ, καὶ υἱὸς ὡσαύτως ἀγαπητὸς κἀνταῦθα κἀκεῖ, καὶ φέρων ἑκάτερος τῆς θυσίας τὴν ὕλην. Ὁ μὲν γὰρ τὰ ξύλα, ὁ δὲ τὸν σταυρὸν ἐπὶ τῶν ὤμων ἐκό μιζε. Φασὶ δὲ καὶ τὴν τοῦ ὄρους ἀκρωνυχίαν ἱερουργίας ἑκατέρας ἀξιωθῆναι· συμφωνεῖ δὲ καὶ ὁ τῶν ἡμερῶν καὶ τῶν νυκτῶν ἀριθμός, καὶ ἡ μετὰ ταύτας ἀνάστασις. Καὶ γὰρ Ἰσαὰκ τῇ τοῦ πατρὸς προθυ μίᾳ