1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

64

φιλανθρωπίας ὑπερβολήν. Ἐθελήσας γὰρ πέπονθε, καὶ βουληθεὶς τοῦ θανάτου μετέσχηκεν. {ΟΡΘ.} Πάμπαν, ὡς ἔοικε, τὴν θείαν ἠγνοήκατε φύσιν. Ὁ γὰρ δεσπότης θεὸς οὐδὲν ὧν μὴ πέφυκε βούλεται, πάντα δὲ ὅσα βούλεται δύναται. Βούλεται δὲ τὰ τῇ οἰκείᾳ φύσει πρόσφορά τε καὶ πρέποντα. {ΕΡΑΝ.} Ἡμεῖς μεμαθήκαμεν ἅπαντα δυνατὰ τῷ θεῷ. {ΟΡΘ.} Ἀορίστως ἀποφαινόμενος συμπεριλαμβάνεις τῷ λόγῳ καὶ ὅσα προσήκει τῇ τοῦ διαβόλου μερίδι. Ὁ γὰρ ἀπολύτως πάντα εἰπὼν καὶ τὰ ἀγαθὰ καὶ τὰ τούτων ἐναντία κατὰ ταὐτὸν εἴρηκεν. {ΕΡΑΝ.} Ὁ οὖν γενναῖος Ἰὼβ οὐκ ἀπολύτως εἴρηκεν, "Οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν;" {ΟΡΘ.} Εἰ ἀναγνοίης τὰ τῷ δικαίῳ προειρημένα, καὶ τὸν τούτων ἐξ 195 ἐκείνων εὑρήσεις σκοπόν. Ἔφη δὲ οὕτως· "Μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις· ἦ οὐχ ὡς γάλα με ἤμελ ξας, ἔπηξας δέ με ἴσα τυρῷ; ∆έρμα καὶ κρέας ἐνέδυσάς με, ὀστέοις δὲ καὶ νεύροις ἐνεῖράς με· ζωὴν δὲ καὶ ἔλεον ἔθου παρ' ἐμοί, ἡ δὲ ἐπισκοπή σου ἐφύλαττέ μου τὸ πνεῦμα." Τούτοις ἐπάγει, "Ταῦτα ἔχων ἐν ἑαυτῷ, οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν." Οὐκοῦν ὅσα τούτοις συμβαίνει, καὶ τῇ ἀκηράτῳ φύσει πρέπειν δύνασθαι ἔφη τῷ τῶν ὅλων θεῷ; {ΕΡΑΝ.} Οὐδὲν ἀδύνατον τῷ παντοδυνάμῳ θεῷ. {ΟΡΘ.} Καὶ τὸ ἁμαρτάνειν ἄρα δυνατὸν τῷ παντοδυνάμῳ θεῷ κατά γε τὸν ὅρον τὸν σόν. {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} ∆ιὰ τί; {ΕΡΑΝ.} Ἐπειδήπερ οὐ βούλεται. {ΟΡΘ.} Τοῦ δὴ χάριν οὐ βούλεται; {ΕΡΑΝ.} Ἐπειδὴ τῆς φύσεως ἐκείνης τὸ ἁμαρτάνειν ἀλλότριον. {ΟΡΘ.} Πολλὰ τοίνυν οὐ δύναται· πολλὰ γὰρ εἴδη πλημμελημάτων. {ΕΡΑΝ.} Οὐδὲν τῶν τοιούτων ἢ βουλητὸν ἢ δυνατὸν τῷ θεῷ. {ΟΡΘ.} Οὔτε μὴν ἐκεῖνα ἃ τῆς φύσεώς ἐστιν ἐναντία τῆς θείας. {ΕΡΑΝ.} Ποῖα ταῦτα; {ΟΡΘ.} Οἷον, φῶς νοερόν τε καὶ ἀληθινὸν εἶναι τὸν θεὸν ἐδιδάχθημεν. {ΕΡΑΝ.} Ἀληθῶς. {ΟΡΘ.} Ἀλλ' οὐκ ἂν αὐτὸν φαίημεν σκότος ἢ βουληθῆναι ἢ δυνηθῆ ναι γενέσθαι. {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} Πάλιν ἀόρατον αὐτοῦ τὴν φύσιν ἡ θεία λέγει γραφή. {ΕΡΑΝ.} Οὕτω λέγει. {ΟΡΘ.} Ἀλλ' ὁρατὴν αὐτὴν οὐκ ἂν εἴποιμεν δύνασθαι γενέσθαι ποτέ. {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Οὔτε μὴν καταληπτήν. {ΕΡΑΝ.} Οὐ γάρ. {ΟΡΘ.} Ἀκατάληπτος γάρ ἐστι καὶ πάμπαν ἀνέφικτος. {ΕΡΑΝ.} Ἀληθῆ λέγεις. {ΟΡΘ.} Οὐκοῦν οὐδὲ ὁ ὢν γένοιτ' ἂν οὐκ ὤν. 196 {ΕΡΑΝ.} Ἄπαγε. {ΟΡΘ.} Οὐδέ γε ὁ πατὴρ υἱός. {ΕΡΑΝ.} Τῶν ἀδυνάτων. {ΟΡΘ.} Οὐδὲ ὁ ἀγέννητος ἄρα γεγεννημένος. {ΕΡΑΝ.} Πῶς γάρ; {ΟΡΘ.} Οὔτε μὴν ὁ υἱὸς γένοιτ' ἄν ποτε πατήρ. {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} Οὐδέ γε τὸ πνεῦμα τὸ ἅγιον γένοιτ' ἂν υἱὸς ἢ πατήρ. {ΕΡΑΝ.} Πάντα ταῦτα ἀδύνατα. {ΟΡΘ.} Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα εὑρίσκομεν ὁμοίως ἀδύνατα. Οὔτε γὰρ τὸ αἰώνιον ὑπὸ χρόνον ἔσται, οὔτε τὸ ἄκτιστον κτιστόν γε καὶ ποιητόν, οὔτε πεπερασμένον τὸ ἄπειρον, καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια. {ΕΡΑΝ.} Οὐδὲν τούτων ἐστὶ δυνατόν. {ΟΡΘ.} Πολλὰ τοίνυν εὑρήκαμεν ἀδύνατα ὄντα τῷ παντοδυνάμῳ θεῷ. {ΕΡΑΝ.} Ἀληθῶς. {ΟΡΘ.} Ἀλλὰ τὸ μὴ δυνηθῆναί τι τούτων ἀπείρου δυνάμεως οὐκ ἀσθενείας τεκμήριον· τὸ δέ γε δυνηθῆναι ἀδυναμίας δήπουθεν οὐ δυνάμεως. {ΕΡΑΝ.} Πῶς τοῦτο ἔφης; {ΟΡΘ.} Ὅτι τούτων ἕκαστον τὸ ἄτρεπτον τοῦ θεοῦ κηρύττει καὶ ἀναλλοίωτον. Τὸ γὰρ μὴ δυνηθῆναι τὸν ἀγαθὸν γενέσθαι κακὸν τὴν ὑπερβολὴν σημαίνει τῆς ἀγαθότητος, καὶ τὸ τὸν δίκαιον μηδέποτ' ἂν γενέσθαι ἄδικον μηδὲ τὸν ἀληθῆ ψεύστην τὸ ἐν ἀληθείᾳ καὶ δικαιο σύνῃ σταθερόν τε καὶ βέβαιον δείκνυσιν. Οὕτω τὸ ἀληθινὸν φῶς οὐκ ἂν γένοιτο σκότος, οὐδὲ ὁ ὢν οὐκ ὤν. ∆ιαρκὲς γὰρ ἔχει τὸ εἶναι, καὶ ἀναλλοίωτον ὑπάρχει τὸ φῶς. Οὕτω τ' ἄλλα πάντα σκεψάμενος εὑρή σεις τὸ μὴ δύνασθαι δυνάμεως τῆς ἄκρας ἐμφαντικόν. Οὕτως ἐπὶ τοῦ θεοῦ τὰ τοιαῦτα μὴ δύνασθαι καὶ ὁ θεῖος ἀπόστολος νενόηκέ τε καὶ τέθεικεν. Ἑβραίοις μὲν γὰρ ἐπιστέλλων ὧδέ φησιν· "Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν·" οὐκ ἀσθενὲς τὸ ἀδύνατον, ἀλλὰ ἄγαν