1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

48

τῆς τούτων χορηγίας ὑπέμενε τὰς θεραπείας, ἀλλ' ἵνα τῆς τοῦ νόμου δουλείας ἐξαγοράσῃ τοὺς πεπραμένους τῇ δίκῃ τῆς ἀρᾶς. Τοῦ ἁγίου Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας. Ἐκ τοῦ πρὸς τὰς αἱρέσεις

λόγου βʹ. Καὶ ὥσπερ οὐκ ἂν ἠλευθερώθημεν ἀπὸ τῆς ἁμαρτίας καὶ τῆς κατάρας, εἰ μὴ φύσει σὰρξ ἀνθρωπίνη ἦν, ἣν ἐνεδύσατο ὁ λόγος· οὐδὲν γὰρ κοινὸν ἦν ἡμῖν πρὸς τὸ ἀλλότριον· οὕτως οὐκ ἂν ἐθεοποιήθη ὁ ἄνθρω πος, εἰ μὴ φύσει ἐκ τοῦ πατρός, καὶ ἀληθινὸς καὶ ἴδιος ἦν αὐτοῦ ὁ λόγος, ὁ γενόμενος σάρξ. ∆ιὰ τοῦτο γὰρ τοιαύτη γέγονεν ἡ συνάφεια, ἵνα τῷ κατὰ φύσιν τῆς θεότητος συνάψῃ τὸν φύσει ἄνθρωπον, καὶ βεβαία γένηται ἡ σωτηρία καὶ ἡ θεοποίησις αὐτοῦ. Οὐκοῦν οἱ ἀρνού μενοι ἐκ τοῦ πατρὸς εἶναι φύσει καὶ ἴδιον τῆς οὐσίας αὐτοῦ τὸν υἱόν, ἀρνησάσθωσαν καὶ ἀληθινὴν σάρκα καὶ ἀνθρωπίνην αὐτὸν μὴ εἰληφέναι ἐκ Μαρίας τῆς ἀεὶ παρθένου. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἐπίκτητον ἐπιστολῆς. Εἰ διὰ τὸ εἶναι καὶ λέγεσθαι ἐν ταῖς γραφαῖς ἐκ Μαρίας εἶναι καὶ ἀνθρώπινον τὸ σῶμα τοῦ σωτῆρος, νομίζουσιν ἀντὶ τριάδος τετράδα λέγεσθαι, ὡς προσθήκης γινομένης διὰ τὸ σῶμα, πολὺ πλανῶνται, τὸ ποίημα συνεξισοῦντες τῷ ποιητῇ, καὶ ὑπονοοῦντες δύνασθαι τὴν θεό τητα προσθήκην λαμβάνειν. Καὶ ἠγνόησαν ὅτι οὐ διὰ προσθήκην θεότητος γέγονε σὰρξ ὁ λόγος, ἀλλ' ἵνα ἡ σὰρξ ἀναστῇ· οὐδὲ ἵνα βελτιωθῇ ὁ λόγος προῆλθεν ἐκ Μαρίας, ἀλλ' ἵνα τὸ ἀνθρώπινον γένος λυτρώσηται. Πῶς οὖν οἷόν τε τὸ διὰ τοῦ λόγου λυτρωθὲν σῶμα καὶ ζωοποιηθὲν προσθήκην εἰς θεότητα τῷ ζωοποιήσαντι λόγῳ ποιεῖν; 160 Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Ἀκουέτωσαν ὅτι εἰ κτίσμα ἦν ὁ λόγος, οὐ προσελάμβανεν τὸ κτιστὸν σῶμα, ἵνα τοῦτο ζωοποιήσῃ. Ποία γὰρ τοῖς κτίσμασι παρὰ κτίσμα τός ἐστι βοήθεια, δεομένου καὶ αὐτοῦ σωτηρίας; Ἀλλ' ἐπειδὴ κτίστης ὢν ὁ λόγος αὐτὸς δημιουργὸς γέγονε τῶν κτισμάτων, διὰ τοῦτο καὶ ἐπὶ συντελείᾳ τῶν αἰώνων τὸ κτιστὸν αὐτὸς συνεστήσατο, ἵνα πάλιν αὐτὸ ὡς κτίστης ἀνακαινίσῃ, καὶ ἀνακτίσαι δυνηθῇ. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ πίστεως λόγου τοῦ μείζονος. Ἃ δὲ παρεθέμεθα περὶ τοῦ, "Κάθου ἐκ δεξιῶν μου," ὅτι εἰς τὸ κυριακὸν σῶμα λέλεκται. Εἰ γάρ, "Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος," ὥς φησιν Ἰερεμίας, πάντα δὲ χωρεῖ ὁ θεός, ὑπ' οὐδενὸς δὲ χωρεῖται, εἰς ποῖον καθέζεται θρόνον; Τὸ σῶμα τοίνυν ἐστὶν ᾧ λέγει, "Κάθου ἐκ δεξιῶν μου." Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ δὲ προκοπὴν καὶ ἡλικίαν ἐπιδεχόμενον σῶμα αὐτό ἐστι κτίσμα καὶ ποίημα. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ σῶμα τοίνυν ἐστὶν ᾧ λέγει, "Κάθου ἐκ δεξιῶν μου," οὗ καὶ γέγονεν ἐχθρὸς ὁ διάβολος σὺν ταῖς πονηραῖς δυνάμεσι, καὶ Ἰουδαῖοι καὶ Ἕλληνες. ∆ι' οὗ σώματος ἀρχιερεὺς καὶ ἀπόστολος γέγονε καὶ ἐχρημάτισε, δι' οὗ παρέδωκεν ἡμῖν μυστηρίου, λέγων, "Τοῦτό ἐστί μου τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον," καί, "Τὸ αἷμα τῆς καινῆς δια θήκης (οὐ τῆς παλαιᾶς), τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον." Θεότης δὲ οὔτε σῶμα οὔτε αἷμα ἔχει, ἀλλ' ὃν ἐφόρεσεν ἐκ τῆς Μαρίας ἄνθρωπον, αἴτιος τούτων γέγονε, περὶ οὗ εἶπον οἱ ἀπόστολοι· "Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ ἄνδρα ἀπὸ θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς." Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Ἀρειανοὺς τόμου. Καὶ ὅτε λέγει, "∆ιὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα," περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ λέγει, οὐ περὶ τῆς θεότητος. Οὐ γὰρ ὁ ὕψιστος ὑψοῦται, ἀλλ' ἡ σὰρξ τοῦ ὑψίστου ὑψοῦται, καὶ τῇ σαρκὶ τοῦ ὑψίστου ἐχαρίσατο ὄνομα τὸ 161 ὑπὲρ πᾶν ὄνομα. Καὶ οὐχ ὁ λόγος τοῦ θεοῦ καταρχὴν ἔλαβε τὸ καλεῖσθαι θεός, ἀλλ' ἡ σὰρξ αὐτοῦ σὺν αὐτῷ ἐθεολογήθη. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Καὶ ὅτε λέγει, "Οὔπω ἦν πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη," τὴν σάρκα αὐτοῦ λέγει μηδέπω δοξασθεῖσαν. Οὐ γὰρ ὁ