1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

28

τὴν θεότητα τοῦ Χριστοῦ καὶ τὴν ἀνθρωπότητα; {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Ἀλλὰ τινὰς μὲν τὴν θεότητα μόνην, τινὰς δὲ μόνην τὴν ἀνθρωπότητα; {ΕΡΑΝ.} Ναί. {ΟΡΘ.} Ἄλλας δέ γε μέρος τῆς ἀνθρωπότητος; {ΕΡΑΝ.} Οὕτως οἶμαι. Προσήκει δὲ ἡμῖν δηλῶσαι, πῶς μὲν οἱ ταῦτα φρονοῦντες, πῶς δὲ οἱ ἐκεῖνα, προσαγορεύονται, ἵνα σαφέστερον τὸ ζητούμενον γένηται. {ΟΡΘ.} Ἐγὼ τοῦτο ἐρῶ. Σίμων καὶ Μένανδρος καὶ Κέρδων καὶ Μαρκίων καὶ Βαλεντῖνος καὶ Βασιλείδης καὶ Βαρδισάνης καὶ Μάνης ἠρνήθησαν ἄντικρυς τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ. Ἀρτέμων δὲ καὶ Θεόδοτος καὶ Σαβέλλιος καὶ Παῦλος ὁ Σαμοσατεὺς καὶ Μάρκελλος καὶ Φωτεινὸς εἰς τὴν ἐναντίαν ἐκ διαμέτρου βλασφημίαν κατέπεσον. Ἄνθρωπον γὰρ μόνον κηρύττουσι τὸν Χριστόν, τὴν δὲ πρὸ τῶν αἰώνων ὑπάρχουσαν ἀρνοῦνται θεότητα. Ἄρειος δὲ καὶ Εὐνόμιος κτιστὴν μὲν καλοῦσι τοῦ μονογενοῦς τὴν θεότητα, σῶμα δὲ μόνον 118 αὐτὸν ἀνειληφέναι φασίν. Ἀπολινάριος δὲ ἔμψυχον μὲν τὸ ληφθὲν ὁμολογεῖ σῶμα, τὴν δὲ λογικὴν ψυχὴν καὶ τῆς τιμῆς καὶ τῆς σωτη ρίας ἐν τοῖς οἰκείοις λόγοις ἀποστερεῖ. Αὕτη μὲν οὖν ἡ τῶν διεφθαρ μένων δογμάτων διαφορά. Αὐτὸς δὲ ἡμῖν φιλαλήθως εἰπέ, χρή τινα πρὸς τούτους ποιεῖσθαι διάλεξιν, ἢ δεῖ κατὰ κρημνῶν φερομένους περιορᾶν καὶ οἰμώζειν ἐᾶν; {ΕΡΑΝ.} Μισανθρωπίας ἔργον ἡ τῶν καμνόντων ὑπεροψία. {ΟΡΘ.} Προσήκει τοίνυν καὶ συναλγεῖν καὶ θεραπεύειν εἰς δύναμιν. {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Εἰ τοίνυν σώματα θεραπεύειν ἠπίστασο, πολλοὶ δέ σε περι στάντες ἰατρεύειν ἠξίουν, διάφορα ἐπιδεικνύντες παθήματα, οἷον ὀφθαλμῶν ἐπιρροίας καὶ ἀκοῶν τραύματα καὶ ὀδόντων ὀδύνας, καὶ οἱ μὲν νεύρων τάσιν, οἱ δὲ λύσιν, καὶ ὁ μὲν πλημμύραν χολῆς, ὁ δὲ φλέγματος, τί ἂν ἔδρασας, εἰπέ μοι; ἓν ἅπασι κατεσκεύαζες φάρμα κον, ἢ ἑκάστῳ πάθει τὸ πρόσφορον; {ΕΡΑΝ.} Τὸ ἑκάστῳ δηλονότι κατάλληλόν τε καὶ ἀλεξίκακον. {ΟΡΘ.} Οὐκοῦν τὰ μὲν θερμὰ τῶν παθῶν καταψύχων, τὰ δὲ ψυχρὰ διαθερμαίνων, καὶ τὰ μὲν τεταμένα χαλῶν, τὰ δέ γε λελυμένα τονωτι κοῖς φαρμάκοις ῥωννύς, καὶ τὰ μὲν πλαδῶντα ξηραίνων, ὑγραίνων δὲ τὰ ξηρά, ἐξήλαυνες μὲν τὰς νόσους, ἐπανῆγες δὲ τὴν ὑγείαν ὑπὸ τούτων ἐκβεβλημένην; {ΕΡΑΝ.} Οὕτω θεραπεύειν ὁ τῆς ἰατρικῆς παρακελεύεται νόμος· τὰ ἐναντία γάρ, φασί, τῶν ἐναντίων ἰάματα. {ΟΡΘ.} Εἰ δὲ φυτουργὸς ἦσθα, πᾶσιν ἂν τοῖς φυτοῖς τὴν αὐτὴν προσήνεγκας ἐπιμέλειαν, ἢ τῇ μὲν ῥοιᾷ τὴν αὐτῇ προσήκουσαν, τῇ δὲ συκῇ τὴν οἰκείαν, καὶ τῇ ὄχνῃ ὡσαύτως, καὶ τῇ μηλέᾳ, καὶ ταῖς ἡμε ρίσι τὰς καταλλήλους· καὶ ἁπαξαπλῶς ἑκάστῳ γε φυτῷ τὴν πρόσ φορον; {ΕΡΑΝ.} ∆ῆλον ὡς ἕκαστον φυτὸν τῆς οἰκείας ἐπιμελείας προσδεῖ ται. {ΟΡΘ.} Εἰ δὲ ναυπηγικὴν μετεχείριζες τέχνην, ἐθεάσω δὲ τὴν ἱστοδόκην νεουργίας δεομένην, τὴν τοῖς πηδαλίοις διαφέρουσαν ἐπιμέλειαν προσήνεγκας ἂν αὐτῇ, ἢ τὴν τῇ ἱστοδόκῃ προσήκουσαν; {ΕΡΑΝ.} Ἀναμφίλεκτα καὶ ταῦτ' ἔστιν. Ἕκαστον γὰρ τὴν οἰκείαν 119 θεραπείαν ἐπιζητεῖ, καὶ φυτὸν καὶ σώματος μόριον καὶ σκεύη καὶ μέρη νηός. {ΟΡΘ.} Πῶς οὖν οὐ σχέτλιον, σώματι μὲν καὶ τοῖς ἀψύχοις καταλλή λους θεραπείας προσφέρειν, ἐπὶ δὲ τῶν ψυχῶν τὸν θεραπευτικὸν τοῦ τον μὴ φυλάττειν κανόνα; {ΕΡΑΝ.} Λίαν ἐστὶν ἀδικώτατον, καὶ οὐ μόνον ἀδικίας, ἀλλὰ καὶ ἀνοίας μεστόν. Οἱ γὰρ ἄλλως ποιοῦντες αὐτῆς εἰσι τῆς θεραπείας ἀνεπιστήμονες. {ΟΡΘ.} Οὐκοῦν πρὸς αἵρεσιν ἑκάστην διαλεγόμενοι τὸ ταύτῃ πρόσ φορον προσοίσομεν φάρμακον; {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Πρόσφορος δὲ θεραπεία, τὸ προστιθέναι μὲν τὸ ἐλλεῖπον, ἀφαιρεῖν δὲ τὸ πλεονάζον· ἦ γάρ; {ΕΡΑΝ.} Ναί. {ΟΡΘ.} Φωτεινὸν τοίνυν καὶ Μάρκελλον καὶ τοὺς ἐκείνων ἀγχιθύρους θεραπεύειν πειρώμενοι, τί ἂν προσθέντες τὸν θεραπευτικὸν κανόνα πληρώσαιμεν; {ΕΡΑΝ.} Τῆς τοῦ Χριστοῦ θεότητος τὴν ὁμολογίαν· αὕτη γὰρ αὐτοῖς ἐλλείπει. {ΟΡΘ.} Περὶ δέ γε τῆς ἀνθρωπότητος οὐδὲν πρὸς αὐτοὺς ἐροῦμεν. Ὁμολογοῦσι γὰρ ἄνθρωπον